§6.86C.1οἱ μὲν δὴ Μιλήσιοι συμφορὴν ποιησάμενοι ἀπαλλάσσοντο ὡς ἀπεστερημένοι τῶν χρημάτων, Γλαῦκος δὲ ἐπορεύετο ἐς Δελφοὺς χρησόμενος τῷ χρηστηρίῳ.
ミレトス人たちはこれを災難と思いながら、金をだまし取られたものとあきらめて立ち去った。 一方、グラウコスは神託を仰ぐためにデルポイへと旅立った。
ἐπειρωτῶντα δὲ αὐτὸν τὸ χρηστήριον εἰ ὅρκῳ τὰ χρήματα ληίσηται, ἡ Πυθίη μετέρχεται τοῖσιδε τοῖσι ἔπεσι.
そして彼が神託に、誓いによって金を奪い取ってよいかどうかを尋ねると、ピュティアは次のような詩句で彼に迫った。
§6.86C.2"
γλαῦκʼ Ἐπικυδείδη, τὸ μὲν αὐτίκα κέρδιον οὕτω
ὅρκῳ νικῆσαι καὶ χρήματα ληίσσασθαι.
「エピキュデスの子グラウコスよ、当面はその方が得である、誓いによって勝ちを制し、金を奪い取ることは。
ὄμνυ, ἐπεὶ θάνατός γε καὶ εὔορκον μένει ἄνδρα.
誓うがよい、死は誓いを守る者をも待ち受けているのだから。
ἀλλʼ ὅρκου πάις ἐστίν, ἀνώνυμος, οὐδʼ ἔπι χεῖρες
οὐδὲ πόδες·
しかし、誓いには子があり、名はなく、手も足もない。
κραιπνὸς δὲ μετέρχεται, εἰς ὅ κε πᾶσαν
συμμάρψας ὀλέσῃ γενεὴν καὶ οἶκον ἅπαντα.
されど俊速にして追い至り、ついに家系をすべて根こそぎにし、家全体を滅ぼし尽くす。
ἀνδρὸς δʼ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.
しかし、誓いを守る男の家系は、のちの世において繁栄する。
"
ταῦτα ἀκούσας ὁ Γλαῦκος συγγνώμην τὸν θεὸν παραιτέετο αὐτῷ ἴσχειν τῶν ῥηθέντων.
」これを聞いたグラウコスは、今言われたことについて自分を許してくれるよう神に懇願した。
ἡ δὲ Πυθίη ἔφη τὸ πειρηθῆναι τοῦ θεοῦ καὶ τὸ ποιῆσαι ἴσον δύνασθαι.
しかしピュティアは、神を試すことと、それを実際に実行することとは、同じ重さを持つと言った。