§6.40.1οὗτος δὲ ὁ Κίμωνος Μιλτιάδης νεωστὶ μὲν ἐληλύθεε ἐς τὴν Χερσόνησον, κατελάμβανε δέ μιν ἐλθόντα ἄλλα τῶν καταλαβόντων πρηγμάτων χαλεπώτερα.
このキモンの息子ミルティアデスは、最近ヘルソネソスに到着したばかりであったが、到着した彼を、すでに彼に降りかかっていた事態よりもさらに過酷な別の出来事が襲うことになった。
τρίτῳ μὲν γὰρ ἔτεϊ πρὸ τούτων Σκύθας ἐκφεύγει.
というのも、これらの出来事の3年前に、彼はスキタイ人から逃れるということがあったからである。
Σκύθαι γὰρ οἱ νομάδες ἐρεθισθέντες ὑπὸ βασιλέος Δαρείου συνεστράφησαν καὶ ἤλασαν μέχρι τῆς Χερσονήσου ταύτης·
すなわち、遊牧のスキタイ人たちがダレイオス王によって刺激され、一団となってこのヘルソネソスまで攻め寄せてきたのである。
§6.40.2τούτους ἐπιόντας οὐκ ὑπομείνας ὁ Μιλτιάδης ἔφευγε Χερσόνησον, ἐς ὃ οἵ τε Σκύθαι ἀπαλλάχθησαν καὶ ἐκεῖνον Δόλογκοι κατήγαγον ὀπίσω.
進軍してくる彼らに立ち向かうことなく、ミルティアデスはヘルソネソスから逃亡したが、やがてスキタイ人たちが立ち去り、ドロンコス人たちが彼を再び連れ戻した。
ταῦτα μὲν δὴ τρίτῳ ἔτεϊ πρότερον ἐγεγόνεε τῶν τότε μιν κατεχόντων.
これらの出来事は、当時彼を悩ませていた事態よりも実に3年前に起こったことであった。