§6.37.1ἀποτειχίσας ὦν τὸν αὐχένα τῆς Χερσονήσου ὁ Μιλτιάδης καὶ τοὺς Ἀψινθίους τρόπῳ τοιούτῳ ὠσάμενος, τῶν λοιπῶν πρώτοισι ἐπολέμησε Λαμψακηνοῖσι·
こうしてヘルソネソスの地峡に防壁を築き、アプシンティオス人をこのような方法で撃退したミルティアデスは、残りの者たちのうち、まず最初にランプサコス人と戦争を交えた。
καί μιν οἱ Λαμψακηνοὶ λοχήσαντες αἱρέουσι ζωγρίῃ.
しかし、ランプサコス人は彼を待ち伏せして生け捕りにした。
ἦν δὲ ὁ Μιλτιάδης Κροίσῳ τῷ Λυδῷ ἐν γνώμῃ γεγονώς·
ところでミルティアデスは、リュディア人のクロイソスのお気に入りとなっていた。
πυθόμενος ὦν ὁ Κροῖσος ταῦτα, πέμπων προηγόρευε τοῖσι Λαμψακηνοῖσι μετιέναι Μιλτιάδεα·
そこでクロイソスはこのことを知ると、使者を送ってランプサコス人にミルティアデスを釈放するように警告した。
εἰ δὲ μή σφεας πίτυος τρόπον ἀπείλεε ἐκτρίψειν.
さもなければ、彼らを松の木のように根絶やしにすると脅したのである。
§6.37.2πλανωμένων δὲ τῶν Λαμψακηνῶν ἐν τοῖσι λόγοισι τὸ θέλει τὸ ἔπος εἶναι τό σφι ἀπείλησε ὁ Κροῖσος, πίτυος τρόπον ἐκτρίψειν, μόγις κοτὲ μαθὼν τῶν τις πρεσβυτέρων εἶπε τὸ ἐόν, ὅτι πίτυς μούνη πάντων δενδρέων ἐκκοπεῖσα βλαστὸν οὐδένα μετιεῖ ἀλλὰ πανώλεθρος ἐξαπόλλυται.
ランプサコス人たちが、クロイソスが彼らを脅した「松の木のように根絶やしにする」という言葉が何を意味するのかについて言葉をめぐって当惑していたところ、長老の一人がようやくその真意を理解し、真実を語った。 すなわち、松はすべての木の中で唯一、切り倒されると、いかなる芽も出さずに完全に滅び去るということである。
δείσαντες ὦν οἱ Λαμψακηνοὶ Κροῖσον λύσαντες μετῆκαν Μιλτιάδεα.
そこでランプサコス人はクロイソスを恐れ、ミルティアデスを釈放して去らせた。