§6.36.1κελευούσης δὲ καὶ τῆς Πυθίης, οὕτω δὴ Μιλτιάδης ὁ Κυψέλου, Ὀλύμπια ἀναραιρηκὼς πρότερον τούτων τεθρίππῳ, τότε παραλαβὼν Ἀθηναίων πάντα τὸν βουλόμενον μετέχειν τοῦ στόλου ἔπλεε ἅμα τοῖσι Δολόγκοισι, καὶ ἔσχε τὴν χώρην·
ピュティアもまた勧めたので、こうして、これらより前に四頭立て戦車でオリンピア競技の勝利を収めていたキプセロスの子ミルティアデスは、その時、アテナイ人のうちこの遠征への参加を望むすべての者を同伴して、ドロンコス族とともに船出し、その地を手に入れた。
καί μιν οἱ ἐπαγαγόμενοι τύραννον κατεστήσαντο.
そして彼を招き入れた人々は、彼を僭主に据えた。
§6.36.2ὁ δὲ πρῶτον μὲν ἀπετείχισε τὸν ἰσθμὸν τῆς Χερσονήσου ἐκ Καρδίης πόλιος ἐς Πακτύην, ἵνα μὴ ἔχοιεν σφέας οἱ Ἀψίνθιοι δηλέεσθαι ἐσβάλλοντες ἐς τὴν χώρην.
彼はまず、アプシンティオス人がその地に侵入して彼らに害を加えることができないようにするために、カルディアの町からパクテυエにいたるヘルソネソス半島の地峡に防壁を築いた。
εἰσὶ δὲ οὗτοι στάδιοι ἕξ τε καὶ τριήκοντα τοῦ ἰσθμοῦ·
この地峡は三十六スタディオンの幅である。
ἀπὸ δὲ τοῦ ἰσθμοῦ τούτου ἡ Χερσόνησος ἔσω πᾶσα ἐστὶ σταδίων εἴκοσι καὶ τετρακοσίων τὸ μῆκος.
そして、この地峡から内側のヘルソネソス全体は、長さが四百二十スタディオンある。