§6.36.1κελευούσης δὲ καὶ τῆς Πυθίης, οὕτω δὴ Μιλτιάδης ὁ Κυψέλου, Ὀλύμπια ἀναραιρηκὼς πρότερον τούτων τεθρίππῳ, τότε παραλαβὼν Ἀθηναίων πάντα τὸν βουλόμενον μετέχειν τοῦ στόλου ἔπλεε ἅμα τοῖσι Δολόγκοισι, καὶ ἔσχε τὴν χώρην· καί μιν οἱ ἐπαγαγόμενοι τύραννον κατεστήσαντο.
Since the Pythia also urged him, Miltiades the son of Cypselus, who had previously won an Olympic victory with a four-horse chariot, then took with him all those Athenians who wished to join the expedition and sailed with the Dolonci, and he took possession of the country; and those who had brought him in established him as tyrant.
§6.36.2ὁ δὲ πρῶτον μὲν ἀπετείχισε τὸν ἰσθμὸν τῆς Χερσονήσου ἐκ Καρδίης πόλιος ἐς Πακτύην, ἵνα μὴ ἔχοιεν σφέας οἱ Ἀψίνθιοι δηλέεσθαι ἐσβάλλοντες ἐς τὴν χώρην.
He first of all built a wall across the isthmus of the Chersonese from the city of Cardia to Pactye, so that the Apsinthians might not be able to harm them by invading their land.
εἰσὶ δὲ οὗτοι στάδιοι ἕξ τε καὶ τριήκοντα τοῦ ἰσθμοῦ· ἀπὸ δὲ τοῦ ἰσθμοῦ τούτου ἡ Χερσόνησος ἔσω πᾶσα ἐστὶ σταδίων εἴκοσι καὶ τετρακοσίων τὸ μῆκος.
This isthmus is thirty-six stades wide; and from this isthmus inward, the Chersonese is in all four hundred and twenty stades in length.