§6.23.1Σάμιοι γὰρ κομιζόμενοι ἐς Σικελίην ἐγίνοντο ἐν Λοκροῖσι τοῖσι Ἐπιζεφυρίοισι, καὶ Ζαγκλαῖοι αὐτοί τε καὶ ὁ βασιλεὺς αὐτῶν, τῷ οὔνομα ἦν Σκύθης, περικατέατο πόλιν τῶν Σικελῶν ἐξελεῖν βουλόμενοι.
サモス人たちはシケリアへと向かう途上でエピゼフュリオイ・ロクロイの地に到着したが、そのときザンクレ人たち自身と、その名はスクテスという彼らの王は、シケロイ人の都市を陥落させようとして包囲しているところであった。
§6.23.2μαθὼν δὲ ταῦτα ὁ Ῥηγίου τύραννος Ἀναξίλεως, τότε ἐὼν διάφορος τοῖσι Ζαγκλαίοισι, συμμίξας τοῖσι Σαμίοισι ἀναπείθει ὡς χρεὸν εἴη Καλὴν μὲν ἀκτήν, ἐπʼ ἣν ἔπλεον, ἐᾶν χαίρειν, τὴν δὲ Ζάγκλην σχεῖν ἐοῦσαν ἔρημον ἀνδρῶν.
これを知ったレギオンの僭主アナクシラオスは、当時ザンクレ人たちと敵対関係にあったが、サモス人たちに接触して、彼らが航行の目的地としていたカレ・アクテのことは放っておき、男たちが不在で空になっているザンクレを占領するべきであると説得した。
§6.23.3πειθομένων δὲ τῶν Σαμίων καὶ σχόντων τὴν Ζάγκλην, ἐνθαῦτα οἱ Ζαγκλαῖοι, ὡς ἐπύθοντο ἐχομένην τὴν πόλιν ἑωυτῶν, ἐβοήθεον αὐτῇ καὶ ἐπεκαλέοντο Ἱπποκράτεα τὸν Γέλης τύραννον·
サモス人たちが説得に応じ、ザンクレを占領すると、ザンクレ人たちは自分たちの都市が占領されたことを知るや、その救援に赴き、ゲラの僭主ヒッポクラテスを招き寄せた。
ἦν γὰρ δή σφι οὗτος σύμμαχος.
というのも、まさにこの者が彼らの同盟者であったからである。
§6.23.4ἐπείτε δὲ αὐτοῖσι καὶ ὁ Ἱπποκράτης σὺν τῇ στρατιῇ ἧκε βοηθέων, Σκύθην μὲν τὸν μούναρχον τῶν Ζαγκλαίων ὡς ἀποβαλόντα τὴν πόλιν ὁ Ἱπποκράτης πεδήσας καὶ τὸν ἀδελφεὸν αὐτοῦ Πυθογένεα ἐς Ἴνυκα πόλιν ἀπέπεμψε, τοὺς δὲ λοιποὺς Ζαγκλαίους κοινολογησάμενος τοῖσι Σαμίοισι καὶ ὅρκους δοὺς καὶ δεξάμενος προέδωκε.
ヒッポクラテスが軍勢を率いて救援に到着すると、彼はザンクレの支配者スクテスを都市を失った罪で捕縛し、その兄弟ピュトゲネスとともにイニュクスという都市へと送破し、残りのザンクレ人たちについては、サモス人たちと協議し誓いを交わした上で、彼らを裏切って引き渡した。
§6.23.5μισθὸς δέ οἱ ἦν εἰρημένος ὅδε ὑπὸ τῶν Σαμίων, πάντων τῶν ἐπίπλων καὶ ἀνδραπόδων τὰ ἡμίσεα μεταλαβεῖν τῶν ἐν τῇ πόλι, τὰ δʼ ἐπὶ τῶν ἀγρῶν πάντα Ἱπποκράτεα λαγχάνειν.
サモス人たちによって彼に約束されていた報酬は次のようなものであった。 すなわち、市内にあるすべての動産と奴隷の半分を分け前として受け取ること、そして耕作地にあるものはすべてヒッポクラテスが手に入れること。
§6.23.6τοὺς μὲν δὴ πλεῦνας τῶν Ζαγκλαίων αὐτὸς ἐν ἀνδραπόδων λόγῳ εἶχε δήσας, τοὺς δὲ κορυφαίους αὐτῶν τριηκοσίους ἔδωκε τοῖσι Σαμίοισι κατασφάξαι·
そこで彼はザンクレ人たちの大部分を自ら縛り上げて奴隷の扱いとし、彼らの指導者たち三百人を虐殺させるためにサモス人たちに引き渡した。
οὐ μέντοι οἵ γε Σάμιοι ἐποίησαν ταῦτα.
しかしながら、サモス人たちはそれを実行しなかった。