§6.126.1μετὰ δὲ γενεῇ δευτέρῃ ὕστερον Κλεισθένης αὐτὴν ὁ Σικυώνιος τύραννος ἐξήειρε, ὥστε πολλῷ ὀνομαστοτέρην γενέσθαι ἐν τοῖσι Ἕλλησι ἢ πρότερον ἦν.
その後二世代のちに、シキュオンの僭主クレイステネスがこの家をさらに引き上げた。 その結果、この家はギリシア人たちの間で以前よりもはるかに有名になった。
Κλεισθένεϊ γὰρ τῷ Ἀριστωνύμου τοῦ Μύρωνος τοῦ Ἀνδρέω γίνεται θυγάτηρ τῇ οὔνομα ἦν Ἀγαρίστη.
アンドレオスの子ミュロン、その子アリストニュモス、その子であるクレイステネスに、アガリステという名の娘が生まれた。
ταύτην ἠθέλησε, Ἑλλήνων ἁπάντων ἐξευρὼν τὸν ἄριστον, τούτῳ γυναῖκα προσθεῖναι.
彼はすべてのギリシア人の中から最良の者を見つけ出し、この者に彼女を妻として与えたいと望んだ。
§6.126.2Ὀλυμπίων ὦν ἐόντων καὶ νικῶν ἐν αὐτοῖσι τεθρίππῳ ὁ Κλεισθένης κήρυγμα ἐποιήσατο, ὅστις Ἑλλήνων ἑωυτὸν ἀξιοῖ Κλεισθένεος γαμβρὸν γενέσθαι, ἥκειν ἐς ἑξηκοστὴν ἡμέρην ἢ καὶ πρότερον ἐς Σικυῶνα, ὡς κυρώσοντος Κλεισθένεος τὸν γάμον ἐν ἐνιαυτῷ, ἀπὸ τῆς ἑξηκοστῆς ἀρξαμένου ἡμέρης.
そこで、オリンピア競技会が開催され、クレイステネスがその中で四頭立て戦車によって勝利を収めた際、彼は次のような布告を行った。 ギリシア人のうち、自分がクレイステネスの婿になるにふさわしいと思う者は誰でも、60日目あるいはそれ以前にシキュオンにやって来るべし、クレイステネスはその60日目から起算して一年のうちに婚儀を決定するつもりである、と。
§6.126.3ἐνθαῦτα Ἑλλήνων ὅσοι σφίσι τε αὐτοῖσι ἦσαν καὶ πάτρῃ ἐξωγκωμένοι, ἐφοίτεον μνηστῆρες·
そのとき、ギリシア人のうち、自分自身にも祖国にも誇りを持っている者たちが、求婚者として集まってきた。
τοῖσι Κλεισθένης καὶ δρόμον καὶ παλαίστρην ποιησάμενος ἐπʼ αὐτῷ τούτῳ εἶχε.
クレイステネスは、まさにこの目的のために競走路とレスリング場をあらかじめ設けて、彼らを待った。