§6.119.1τοὺς δὲ τῶν Ἐρετριέων ἀνδραποδισμένους Δᾶτίς τε καὶ Ἀρταφρένης, ὡς προσέσχον πρὸς τὴν Ἀσίην πλέοντες, ἀνήγαγον ἐς Σοῦσα.
Datis and Artaphrenes, as soon as they reached Asia in their sailing, brought the enslaved Eretrians up to Susa.
βασιλεὺς δὲ Δαρεῖος, πρὶν μὲν αἰχμαλώτους γενέσθαι τοὺς Ἐρετριέας, ἐνεῖχέ σφι δεινὸν χόλον, οἷα ἀρξάντων ἀδικίης προτέρων τῶν Ἐρετριέων·
King Darius, before the Eretrians were made captives, had harbored a terrible anger against them, because the Eretrians had been the first to begin the wrongdoing.
§6.119.2ἐπείτε δὲ εἶδε σφέας ἀπαχθέντας παρʼ ἑωυτὸν καὶ ἑωυτῷ ὑποχειρίους ἐόντας, ἐποίησε κακὸν ἄλλο οὐδέν, ἀλλὰ σφέας τῆς Κισσίης χώρης κατοίκισε ἐν σταθμῷ ἑωυτοῦ τῷ οὔνομα ἐστὶ Ἀρδέρικκα, ἀπὸ μὲν Σούσων δέκα καὶ διηκοσίους σταδίους ἀπέχοντι, τεσσεράκοντα δὲ ἀπὸ τοῦ φρέατος τὸ παρέχεται τριφασίας ἰδέας·
But when he saw them brought before him and subject to him, he did them no other harm, but settled them in his own estate in the Cissian land, the name of which is Ardericca, which is two hundred and ten stades distant from Susa, and forty stades from the well that produces three different kinds of substances.
καὶ γὰρ ἄσφαλτον καὶ ἅλας καὶ ἔλαιον ἀρύσσονται ἐξ αὐτοῦ τρόπῳ τοιῷδε· §6.119.3ἀντλέεται μὲν κηλωνηίῳ, ἀντὶ δὲ γαυλοῦ ἥμισυ ἀσκοῦ οἱ προσδέδεται·
For they draw asphalt, salt, and oil from it in the following manner: it is drawn by a sweep, to which half a wineskin is fastened instead of a bucket.
ὑποτύψας δὲ τούτῳ ἀντλέει καὶ ἔπειτα ἐγχέει ἐς δεξαμενήν· ἐκ δὲ ταύτης ἐς ἄλλο διαχεόμενον τρέπεται τριφασίας ὁδούς.
Having dipped this in, a man draws it up and then pours it into a reservoir; and from this, as it is poured into another vessel, it takes three different ways.
καὶ ἡ μὲν ἄσφαλτος καὶ οἱ ἅλες πήγνυνται παραυτίκα· τὸ δὲ ἔλαιον οἱ Πέρσαι καλέουσι τοῦτο ῥαδινάκην, ἔστι δὲ μέλαν καὶ ὀδμὴν παρεχόμενον βαρέαν.
The asphalt and the salt congeal immediately; but the oil, which the Persians call "radinace," is black and emits a heavy odor.
§6.119.4ἐνθαῦτα τοὺς Ἐρετριέας κατοίκισε βασιλεὺς Δαρεῖος, οἳ καὶ μέχρι ἐμέο εἶχον τὴν χώρην ταύτην, φυλάσοντες τὴν ἀρχαίην γλῶσσαν.
In this place King Darius settled the Eretrians, who even down to my time occupied this land, preserving their ancient language.
τὰ μὲν δὴ περὶ Ἐρετριέας ἔσχε οὕτω.
Such was the fate of the Eretrians.