§6.106.1τότε δὲ πεμφθεὶς ὑπὸ τῶν στρατηγῶν ὁ Φειδιππίδης οὗτος, ὅτε πέρ οἱ ἔφη καὶ τὸν Πᾶνα φανῆναι, δευτεραῖος ἐκ τοῦ Ἀθηναίων ἄστεος ἦν ἐν Σπάρτῃ, ἀπικόμενος δὲ ἐπὶ τοὺς ἄρχοντας ἔλεγε
そのとき将軍たちによって派遣されたこのフェイディッピデスは、まさに彼がパンもまた現れたと語ったそのときであったが、アテナイの町から(出発して)二日目にはスパルタにおり、支配者たちのもとに至ると次のように語った。
§6.106.2ὦ Λακεδαιμόνιοι, Ἀθηναῖοι ὑμέων δέονται σφίσι βοηθῆσαι καὶ μὴ περιιδεῖν πόλιν ἀρχαιοτάτην ἐν τοῖσι Ἕλλησι δουλοσύνῃ περιπεσοῦσαν πρὸς ἀνδρῶν βαρβάρων·
「ラケダイモン人たちよ、アテナイ人はあなた方に、自分たちを救援し、ギリシア人の中で最も古い都市が、野蛮な男たちによって奴隷状態に陥るのを見過ごさないよう懇願しています。
καὶ γὰρ νῦν Ἐρέτριά τε ἠνδραπόδισται καὶ πόλι λογίμῳ ἡ Ἑλλὰς γέγονε ἀσθενεστέρη.
というのも現に、エレトリアはすでに奴隷化されており、ギリシアは名だたる一都市(の喪失)によって、より弱体化してしまっているからです。
§6.106.3ὃ μὲν δή σφι τὰ ἐντεταλμένα ἀπήγγελλε, τοῖσι δὲ ἕαδε μὲν βοηθέειν Ἀθηναίοισι, ἀδύνατα δέ σφι ἦν τὸ παραυτίκα ποιέειν ταῦτα, οὐ βουλομένοισι λύειν τὸν νόμον·
」さて、彼は彼らに命じられたことを報告したが、スパルタ人たちにとってはアテナイ人を救援することが好ましく思われたものの、彼らにとってそれをただちに実行することは不可能であった。 彼らは法を破ることを望まなかったからである。
ἦν γὰρ ἱσταμένου τοῦ μηνὸς εἰνάτη, εἰνάτῃ δὲ οὐκ ἐξελεύσεσθαι ἔφασαν μὴ οὐ πλήρεος ἐόντος τοῦ κύκλου.
というのも、その月の上弦の九日であり、九日には月が満ちていない限り、出陣することはできないと彼らは言ったからである。