§6.101.1καὶ οὗτοι μὲν διαβάντες ἐς Ὠρωπὸν ἔσωζον σφέας αὐτούς·
そして彼らはオロポスへ渡り、自分たちの身を安全に保った。
οἱ δὲ Πέρσαι πλέοντες κατέσχον τὰς νέας τῆς Ἐρετρικῆς χώρης κατὰ Τέμενος καὶ Χοιρέας καὶ Αἰγίλεα, κατασχόντες δὲ ταῦτα τὰ χωρία αὐτίκα ἵππους τε ἐξεβάλλοντο καὶ παρεσκευάζοντο ὡς προσοισόμενοι τοῖσι ἐχθροῖσι.
一方、ペルシア人たちは航行して、テメノス、コイレアイ、アイギレアのあたりでエレトリア領の地に船を着けた。 そしてこれらの場所を占拠すると、すぐに馬を陸に下ろし、敵に攻めかかる準備をした。
§6.101.2οἱ δὲ Ἐρετριέες ἐπεξελθεῖν μὲν καὶ μαχέσασθαι οὐκ ἐποιεῦντο βουλήν, εἴ κως δὲ διαφυλάξαιεν τὰ τείχεα, τούτου σφι πέρι ἔμελε, ἐπείτε ἐνίκα μὴ ἐκλιπεῖν τὴν πόλιν.
これに対して、エレトリア人たちは出撃して戦うという決定を下さず、もし何とかして城壁を守り抜くことができるなら、そのことばかりを気にかけていた。 都市を立ち退かないという方針が勝ったからである。
προσβολῆς δὲ γινομένης καρτερῆς πρὸς τὸ τεῖχος ἔπιπτον ἐπὶ ἓξ ἡμέρας πολλοὶ μὲν ἀμφοτέρων·
城壁に対する激しい攻撃が行われ、六日間にわたって双方に多くの戦死者が出た。
τῇ δὲ ἑβδόμῃ Εὔφορβός τε ὁ Ἀλκιμάχου καὶ Φίλαγρος ὁ Κυνέου ἄνδρες τῶν ἀστῶν δόκιμοι προδιδοῦσι τοῖσι Πέρσῃσι.
しかし七日目に、市民の有力者であったアルキマコスの息子エウフォルボスと、キュネアスの息子ピラグロスが、ペルシア人たちに裏切って渡した。
§6.101.3οἳ δὲ ἐσελθόντες ἐς τὴν πόλιν τοῦτο μὲν τὰ ἱρὰ συλήσαντες ἐνέπρησαν, ἀποτινύμενοι τῶν ἐν Σάρδισι κατακαυθέντων ἱρῶν, τοῦτο δὲ τοὺς ἀνθρώπους ἠνδραποδίσαντο κατὰ τὰς Δαρείου ἐντολάς.
彼らは都市に入ると、一方では神殿を略奪して放火し、サルディスで焼き払われた神殿に対する報復を行い、他方ではダレイオスの命令に従って人々を奴隷にした。