§5.99.1Ἀρισταγόρης δέ, ἐπειδὴ οἵ τε Ἀθηναῖοι ἀπίκοντο εἴκοσι νηυσί, ἅμα ἀγόμενοι Ἐρετριέων πέντε τριήρεας, οἳ οὐ τὴν Ἀθηναίων χάριν ἐστρατεύοντο ἀλλὰ τὴν αὐτῶν Μιλησίων, ὀφειλόμενά σφι ἀποδιδόντες·
一方、アリスタゴラスは、アテナイ人が二十隻の船を率い、同時にエレトリア人の五隻の三段櫂船を伴って到着したとき――彼らはアテナイ人のためではなく、ミレトス人自身のために、彼らに負うべき恩義を返すべく遠征したのである。
οἱ γὰρ δὴ Μιλήσιοι πρότερον τοῖσι Ἐρετριεῦσι τὸν πρὸς Χαλκιδέας πόλεμον συνδιήνεικαν, ὅτε περ καὶ Χαλκιδεῦσι ἀντία Ἐρετριέων καὶ Μιλησίων Σάμιοι ἐβοήθεον· οὗτοι ὦν ἐπείτε σφι ἀπίκοντο καὶ οἱ ἄλλοι σύμμαχοι παρῆσαν, ἐποιέετο στρατηίην ὁ Ἀρισταγόρης ἐς Σάρδις.
というのも、かつてミレトス人はエレトリア人とともにカルキス人との戦争を戦い抜いており、そのときカルキス人に対しては、エレトリア人とミレトス人に対抗してサモス人が援助していたからである――さて、彼らが到着し、他の同盟軍も居合わせたときに、アリスタゴラスはサルディスへの遠征を組織した。
§5.99.2αὐτὸς μὲν δὴ οὐκ ἐστρατεύετο ἀλλʼ ἔμενε ἐν Μιλήτῳ, στρατηγοὺς δὲ ἄλλους ἀπέδεξε Μιλησίων εἶναι, τὸν ἑωυτοῦ τε ἀδελφεὸν Χαροπῖνον καὶ τῶν ἀστῶν ἄλλον Ἑρμόφαντον.
彼自身は遠征せずミレトスに留まったが、ミレトス人の将軍として他の者たち、すなわち自身の兄弟であるカロピノスと、市民のもう一人であるヘルモファントスを任命した。