§5.16.1οἱ δὲ περί τε Πάγγαιον ὄρος καὶ Δόβηρας καὶ Ἀγριᾶνας καὶ Ὀδομάντουςκαὶ αὐτὴν τὴν λίμνην τὴν Πρασιάδα οὐκ ἐχειρώθησαν ἀρχὴν ὑπὸ Μεγαβάζου·
しかし、パンガイオン山の周辺、ならびにドベレス人、アグリアネス人、オドマントス人、そしてプラシアス湖そのものの周辺の人々は、メガバゾスによって全く征服されなかった。
ἐπειρήθη δὲ καὶ τοὺς ἐν τῇ λίμνῃ κατοικημένους ἐξαιρέειν ὧδε.
それでも彼は、湖上に居住する人々を掃討しようと試みたが、彼らの暮らしは次のようであった。
ἴκρια ἐπὶ σταυρῶν ὑψηλῶν ἐζευγμένα ἐν μέσῃ ἕστηκε τῇ λίμνῃ, ἔσοδον ἐκ τῆς ἠπείρου στεινὴν ἔχοντα μιῇ γεφύρῃ.
湖の真ん中に、高い杭の上に組まれたプラットフォームが立っており、陸地からは一本の橋による狭い入り口がある。
§5.16.2τοὺς δὲ σταυροὺς τοὺς ὑπεστεῶτας τοῖσι ἰκρίοισι τὸ μέν κου ἀρχαῖον ἔστησαν κοινῇ πάντες οἱ πολιῆται, μετὰ δὲ νόμῳ χρεώμενοι ἱστᾶσι τοιῷδε·
プラットフォームを支える杭については、かつては市民全員が共同で立てたが、その後は次のような慣習に従って立てている。
κομίζοντες ἐξ ὄρεος τῷ οὔνομα ἐστὶ Ὄρβηλος, κατὰ γυναῖκα ἑκάστην ὁ γαμέων τρεῖς σταυροὺς ὑπίστησι·
オルベロスという名の山から杭を運んできて、妻を一人娶るごとに、結婚する男が三本の杭を下に据えるのである。
ἄγεται δὲ ἕκαστος συχνὰς γυναῖκας.
そして、各自が多くの妻を娶っている。
§5.16.3οἰκέουσι δὲ τοιοῦτον τρόπον, κρατέων ἕκαστος ἐπὶ τῶν ἰκρίων καλύβης τε ἐν τῇ διαιτᾶται καὶ θύρης καταπακτῆς διὰ τῶν ἰκρίων κάτω φερούσης ἐς τὴν λίμνην.
彼らは次のような方法で暮らしている。 各自がプラットフォームの上に、自分が生活する小屋と、プラットフォームを貫いて下の湖へと通じる落とし戸とを所有している。
τὰ δὲ νήπια παιδία δέουσι τοῦ ποδὸς σπάρτῳ, μὴ κατακυλισθῇ δειμαίνοντες.
幼い子供たちは、湖へ転がり落ちるのを恐れて、足のところを紐で縛っている。
§5.16.4τοῖσι δὲ ἵπποισι καὶ τοῖσι ὑποζυγίοισι παρέχουσι χόρτον ἰχθῦς·
また、馬や荷役獣には、飼料として魚を与える。
τῶν δὲ πλῆθος ἐστὶ τοσοῦτο ὥστε, ὅταν τὴν θύρην τὴν καταπακτὴν ἀνακλίνῃ, κατιεῖ σχοίνῳ σπυρίδα κεινὴν ἐς τὴν λίμνην, καὶ οὐ πολλόν τινα χρόνον ἐπισχὼν ἀνασπᾷ πλήρεα ἰχθύων.
その魚の数は非常に多いので、落とし戸を開け、空の籠を紐で湖へと下ろし、いくらも時間を置かずに引き上げると、魚でいっぱいになっている。
τῶν δὲ ἰχθύων ἐστὶ γένεα δύο, τοὺς καλέουσι πάπρακάς τε καὶ τίλωνας.
その魚には二つの種類があり、それらをパプラス、およびティロンと呼んでいる。