§5.15.1πυθόμενοι δὲ οἱ Παίονες τοὺς Πέρσας ἐπὶ σφέας ἰέναι, ἁλισθέντες ἐξεστρατεύσαντο πρὸς θαλάσσης, δοκέοντες ταύτῃ ἐπιχειρήσειν τοὺς Πέρσας ἐμβάλλοντας.
パイオニア人は、ペルシア軍が自分たちに向かって進軍してきていることを知ると、集結して海の方へと出陣した。 ペルシア軍がそこから侵入して攻撃を仕掛けてくるものと考えたからである。
§5.15.2οἱ μὲν δὴ Παίονες ἦσαν ἕτοιμοι τὸν Μεγαβάζου στρατὸν ἐπιόντα ἐρύκειν·
こうしてパイオニア人たちは、進撃してくるメガバゾスの軍勢を迎え撃つ準備を整えていた。
οἱ δὲ Πέρσαι πυθόμενοι συναλίσθαι τοὺς Παίονας καὶ τὴν πρὸς θαλάσσης ἐσβολὴν φυλάσσοντας, ἔχοντες ἡγεμόνας τὴν ἄνω ὁδὸν τρέπονται, λαθόντες δὲ τοὺς Παίονας ἐσπίπτουσι ἐς τὰς πόλιας αὐτῶν ἐούσας ἀνδρῶν ἐρήμους·
しかしペルシア軍は、パイオニア人たちが集結して海側の進入路を警戒していることを知ると、案内人たちを伴って上方の道へと進路を変え、パイオニア人たちの目を盗んで、男たちのいなくなった彼らの町々に乱入した。
οἷα δὲ κεινῇσι ἐπιπεσόντες εὐπετέως κατέσχον.
そして、もぬけの殻となった町々に攻め入ったため、容易にこれらを占領した。
§5.15.3οἱ δὲ Παίονες ὡς ἐπύθοντο ἐχομένας τὰς πόλιας, αὐτίκα διασκεδασθέντες κατʼ ἑωυτοὺς ἕκαστοι ἐτράποντο καὶ παρεδίδοσαν σφέας αὐτοὺς τοῖσι Πέρσῃσι.
パイオニア人たちは自分たちの町々が占領されたことを知ると、すぐさま四散して、それぞれが自分の地方へと向かい、ペルシア人に自らを明け渡した。
οὕτω δὴ Παιόνων Σιριοπαίονές τε καὶ Παιόπλαι καὶ οἱ μέχρι τῆς Πρασιάδος λίμνης ἐξ ἠθέων ἐξαναστάντες ἤγοντο ἐς τὴν Ἀσίην.
このようにして、パイオニア人のうちシリオパイオニア人、パイオプライ人、そしてプラシアス湖に至るまでの人々が、その居住地から立ち退かされてアジアへと連行された。