Humanitext Reader

希罗多德 · 历史 §5.16.1-5.16.4

普拉西亚斯湖上居民的住所与习俗

第 785 段,共 1577 段 · 希腊语

内容简介

记述了迈加巴佐斯未能征服的普拉西亚斯湖居民独特的湖上住宅结构,以及他们特有的日常生活习俗。

§5.16.1οἱ δὲ περί τε Πάγγαιον ὄρος καὶ Δόβηρας καὶ Ἀγριᾶνας καὶ Ὀδομάντουςκαὶ αὐτὴν τὴν λίμνην τὴν Πρασιάδα οὐκ ἐχειρώθησαν ἀρχὴν ὑπὸ Μεγαβάζου·
然而,潘盖翁山周围的人们,以及多贝雷斯人、阿格里亚内斯人、奥多曼特斯人,乃至普拉西亚斯湖本身周边的人们,根本没有被迈加巴佐斯征服。
ἐπειρήθη δὲ καὶ τοὺς ἐν τῇ λίμνῃ κατοικημένους ἐξαιρέειν ὧδε. ἴκρια ἐπὶ σταυρῶν ὑψηλῶν ἐζευγμένα ἐν μέσῃ ἕστηκε τῇ λίμνῃ, ἔσοδον ἐκ τῆς ἠπείρου στεινὴν ἔχοντα μιῇ γεφύρῃ.
不过,他也曾试图扫荡那些居住在湖里的人,而他们的居所情况如下:在湖水中央立着一些由高木桩支撑并连接起来的平台,从大陆有一条通过单座桥梁的狭窄通道与之相连。
§5.16.2τοὺς δὲ σταυροὺς τοὺς ὑπεστεῶτας τοῖσι ἰκρίοισι τὸ μέν κου ἀρχαῖον ἔστησαν κοινῇ πάντες οἱ πολιῆται, μετὰ δὲ νόμῳ χρεώμενοι ἱστᾶσι τοιῷδε· κομίζοντες ἐξ ὄρεος τῷ οὔνομα ἐστὶ Ὄρβηλος, κατὰ γυναῖκα ἑκάστην ὁ γαμέων τρεῖς σταυροὺς ὑπίστησι· ἄγεται δὲ ἕκαστος συχνὰς γυναῖκας.
至于支撑平台的木桩,在古代是由所有公民共同立起的,但后来他们便按照如下的习俗来立:他们从一座名叫奥尔贝洛斯的山上运来木桩,每娶一个妻子,成婚的男子就要在下面增设三根木桩;而每个人都会娶许多妻子。
§5.16.3οἰκέουσι δὲ τοιοῦτον τρόπον, κρατέων ἕκαστος ἐπὶ τῶν ἰκρίων καλύβης τε ἐν τῇ διαιτᾶται καὶ θύρης καταπακτῆς διὰ τῶν ἰκρίων κάτω φερούσης ἐς τὴν λίμνην.
他们的生活方式如下:每个人在平台上都拥有自己居住的小屋,以及一个穿过平台通往下方湖水的活板门。
τὰ δὲ νήπια παιδία δέουσι τοῦ ποδὸς σπάρτῳ, μὴ κατακυλισθῇ δειμαίνοντες.
由于担心幼童跌落下去,他们用绳索系住孩子的脚。
§5.16.4τοῖσι δὲ ἵπποισι καὶ τοῖσι ὑποζυγίοισι παρέχουσι χόρτον ἰχθῦς·
他们还给马匹和驮畜喂鱼作为饲料。
τῶν δὲ πλῆθος ἐστὶ τοσοῦτο ὥστε, ὅταν τὴν θύρην τὴν καταπακτὴν ἀνακλίνῃ, κατιεῖ σχοίνῳ σπυρίδα κεινὴν ἐς τὴν λίμνην, καὶ οὐ πολλόν τινα χρόνον ἐπισχὼν ἀνασπᾷ πλήρεα ἰχθύων.
鱼的数量是如此之多,以至于当人打开活板门,用绳子把空篮子放进湖里,等不了多少时间拉上来时,篮子里就装满了鱼。
τῶν δὲ ἰχθύων ἐστὶ γένεα δύο, τοὺς καλέουσι πάπρακάς τε καὶ τίλωνας.
这些鱼有两种,他们分别称之为“帕普拉克斯”和“蒂隆”。

词汇与语法注释

  1. 5.16.1ἀρχὴν — 名词 ἀρχή(“开始”)的单数宾格形式,在此与否定词 οὐκ 连用,作副词表示完全否定,意为“根本(不)”或“完全(没有)”。
  2. 5.16.2ὁ γαμέων — 动词 γαμέω(“结婚”)的现在分词主动力量化,带有冠词,指代“结婚者(男子)”。随后的动词 ἄγεται(ἄγω的现在时中动因第三人称单数)是中动语态的习惯用法,意为“娶妻”。
  3. 5.16.3τοῦ ποδὸς — 表示身体部位的属格(部分属格),说明并非捆绑全身,而是“系住脚部”。
  4. 5.16.4πλήρεα — 形容词 πλήρης(“满的”)的宾格形式,在伊奥尼亚方言中呈未缩约形式 πλήρεα。在此修饰阴性单数名词 σπυρίδα(“篮子”),因此作阴性单数宾格。

引用这一段

希罗多德, 历史 §5.16.1-5.16.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.16.1-5.16.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。