§4.75.1ταύτης ὦν οἱ Σκύθαι τῆς καννάβιος τὸ σπέρμα ἐπεὰν λάβωσι, ὑποδύνουσι ὑπὸ τοὺς πίλους, καὶ ἔπειτα ἐπιβάλλουσι τὸ σπέρμα ἐπὶ τοὺς διαφανέας λίθους τῷ πυρί·
そこでスキタイ人は、この大麻の種を手に入れると、フェルトの天幕の下に潜り込み、それから火によって赤熱した石の上にその種を投げ入れる。
τὸ δὲ θυμιᾶται ἐπιβαλλόμενον καὶ ἀτμίδα παρέχεται τοσαύτην ὥστε Ἑλληνικὴ οὐδεμία ἄν μιν πυρίη ἀποκρατήσειε.
投げ入れられた種は煙を上げ、ギリシアのいかなる湯殿もこれに勝ることができないほどの蒸気を放出する。
§4.75.2οἱ δὲ Σκύθαι ἀγάμενοι τῇ πυρίῃ ὠρύονται.
スキタイ人はこの蒸気浴を大いに喜んで歓声をあげる。
τοῦτό σφι ἀντὶ λουτροῦ ἐστι.
これが彼らにとって入浴の代わりなのである。
οὐ γὰρ δὴ λούονται ὕδατι τὸ παράπαν τὸ σῶμα.
というのも、彼らはまったく水で体を洗うことがないからである。
§4.75.3αἱ δὲ γυναῖκες αὐτῶν ὕδωρ παραχέουσαι κατασώχουσι περὶ λίθον τρηχὺν τῆς κυπαρίσσου καὶ κέδρου καὶ λιβάνου ξύλου, καὶ ἔπειτα τὸ κατασωχόμενον τοῦτο παχὺ ἐὸν καταπλάσσονται πᾶν τὸ σῶμα καὶ τὸ πρόσωπον·
一方、彼らの女性たちは、水を注ぎかけながら、粗い石の上でイトスギ、ビャクシン、そして乳香の木をすり潰し、それから、このすり潰されてドロドロになったものを、体全体と顔に塗りたくる。
καὶ ἅμα μὲν εὐωδίη σφέας ἀπὸ τούτου ἴσχει, ἅμα δὲ ἀπαιρέουσαι τῇ δευτέρῃ ἡμέρῃ τὴν καταπλαστὺν γίνονται καθαραὶ καὶ λαμπραί.
すると、一方ではこれによって彼女らから良い香りが漂い、他方では、翌日にこの塗り物を剥ぎ取ると、彼女らはきれいで艶やかになる。