§4.75.1ταύτης ὦν οἱ Σκύθαι τῆς καννάβιος τὸ σπέρμα ἐπεὰν λάβωσι, ὑποδύνουσι ὑπὸ τοὺς πίλους, καὶ ἔπειτα ἐπιβάλλουσι τὸ σπέρμα ἐπὶ τοὺς διαφανέας λίθους τῷ πυρί· τὸ δὲ θυμιᾶται ἐπιβαλλόμενον καὶ ἀτμίδα παρέχεται τοσαύτην ὥστε Ἑλληνικὴ οὐδεμία ἄν μιν πυρίη ἀποκρατήσειε.
Then, when the Scythians take the seed of this hemp, they creep under the felt tents, and then they throw the seed upon the stones made red-hot by the fire; and the seed being thrown on smokes and gives off such a vapor that no Greek vapor-bath could surpass it.
§4.75.2οἱ δὲ Σκύθαι ἀγάμενοι τῇ πυρίῃ ὠρύονται. τοῦτό σφι ἀντὶ λουτροῦ ἐστι. οὐ γὰρ δὴ λούονται ὕδατι τὸ παράπαν τὸ σῶμα.
And the Scythians, delighted with the vapor-bath, shout for joy; this serves them instead of a bath, for they do not wash their bodies with water at all.
§4.75.3αἱ δὲ γυναῖκες αὐτῶν ὕδωρ παραχέουσαι κατασώχουσι περὶ λίθον τρηχὺν τῆς κυπαρίσσου καὶ κέδρου καὶ λιβάνου ξύλου, καὶ ἔπειτα τὸ κατασωχόμενον τοῦτο παχὺ ἐὸν καταπλάσσονται πᾶν τὸ σῶμα καὶ τὸ πρόσωπον· καὶ ἅμα μὲν εὐωδίη σφέας ἀπὸ τούτου ἴσχει, ἅμα δὲ ἀπαιρέουσαι τῇ δευτέρῃ ἡμέρῃ τὴν καταπλαστὺν γίνονται καθαραὶ καὶ λαμπραί.
But their women, pouring on water, grind upon a rough stone the wood of cypress, cedar, and frankincense, and then they plaster this ground stuff, which is thick, over all their body and face; and on the one hand a sweet odor comes upon them from this, and on the other, when they take off the plaster on the second day, they become clean and shining.