§4.59.1τὰ μὲν δὴ μέγιστα οὕτω σφι εὔπορα ἐστί, τὰ δὲ λοιπὰ νόμαια κατὰ τάδε σφι διακέεται.
最大の事柄について彼らはこのように恵まれているが、残りの慣習は彼らにとって以下の通りに定められている。
θεοὺς μὲν μούνους τούσδε ἱλάσκονται, Ἱστίην μὲν μάλιστα, ἐπὶ δὲ Δία καὶ Γῆν, νομίζοντες τὴν Γῆν τοῦ Διὸς εἶναι γυναῖκα, μετὰ δὲ τούτους, Ἀπόλλωνά τε καὶ οὐρανίην Ἀφροδίτην καὶ Ἡρακλέα καὶ Ἄρεα.
彼らが和らげる神々はこれらだけであり、ヒスティエを最も崇拝し、次いでゼウスとゲ(大地)を崇拝し、ゲはゼウスの妻であると信じている。 これらの後に、アポロン、天上のアプロディテ、ヘラクレース、そしてアレスを崇拝する。
τούτους μὲν πάντες Σκύθαι νενομίκασι, οἱ δὲ καλεόμενοι βασιλήιοι Σκύθαι καὶ τῷ Ποσειδέωνι θύουσι.
これらの神々をすべてのスキタイ人が崇拝しているが、王族スキタイと呼ばれる者たちはポセイドンにも犠牲を捧げる。
§4.59.2ὀνομάζεται δὲ σκυθιστὶ Ἱστίη μὲν Ταβιτί, Ζεὺς δὲ ὀρθότατα κατὰ γνώμην γε τὴν ἐμὴν καλεόμενος Παπαῖος, Γῆ δὲ Ἀπί.
スキタイ語で、ヒスティエはタビティ、ゼウスは――私の考えでは極めて正しくそう呼ばれているのであるが――パパイオス、ゲはアピと呼ばれる。
Ἀπόλλων δὲ Γοιτόσυρος, οὐρανίη δὲ Ἀφροδίτη Ἀργίμπασα, Ποσειδέων δὲ Θαγιμασάδας.
また、アポロンはゴイトスロス、天上のアプロディテはアルギムパサ、ポセイドンはタギマサダスと呼ばれる。
ἀγάλματα δὲ καὶ βωμοὺς καὶ νηοὺς οὐ νομίζουσι ποιέειν πλὴν Ἄρεϊ.
彼らは、アレスに対するものを除いては、神像や祭壇、神殿を造ることを慣習としていない。
τούτῳ δὲ νομίζουσι.
しかし、アレスに対してだけは、そうすることを慣習としている。