§4.52.1τρίτος δὲ Ὕπανις ποταμὸς ὁρμᾶται μὲν ἐκ τῆς Σκυθικῆς, ῥέει δὲ ἐκ λίμνης μεγάλης τὴν πέριξ νέμονται ἵπποι ἄγριοι λευκοί·
第三の川であるヒュパニス川は、スキティアの地から発し、その周囲を野生の白い馬たちが草を食んでいる大きな湖から流れている。
καλέεται δὲ ἡ λίμνη αὕτη ὀρθῶς μήτηρ Ὑπάνιος.
そしてこの湖は正しくも「ヒュパニスの母」と呼ばれている。
§4.52.2ἐκ ταύτης ὦν ἀνατέλλων ὁ Ὕπανις ποταμὸς ῥέει ἐπὶ μὲν πέντε ἡμερέων πλόον βραχὺς καὶ γλυκύς ἐστι, ἀπὸ δὲ τούτου πρὸς θαλάσσης τεσσέρων ἡμερέων πλόον πικρὸς δεινῶς·
それゆえ、この湖から湧き出て流れるヒュパニス川は、五日間の航路にわたっては浅く、また甘い(淡水である)が、そこから海の方へ四日間の航路にわたっては、ひどく苦い。
§4.52.3ἐκδιδοῖ γὰρ ἐς αὐτὸν κρήνη πικρή, οὕτω δή τι ἐοῦσα πικρή, ἣ μεγάθεϊ σμικρὴ ἐοῦσα κιρνᾷ τὸν Ὕπανιν ἐόντα ποταμὸν ἐν ὀλίγοισι μέγαν.
というのも、これに苦い泉が流れ込んでいるからであり、それはそれはひどく苦いものであって、大きさにおいては小さなものであるにもかかわらず、数少ない大河の一つであるヒュパニス川を混ぜ合わせて(変質させて)しまうのである。
ἔστι δὲ ἡ κρήνη αὕτη ἐν οὔροισι χώρης τῆς τε ἀροτήρων Σκυθέων καὶ Ἀλαζόνων·
この泉は、農耕スキタイ人の土地とアラゾネス人の土地の境界にある。
οὔνομα δὲ τῇ κρήνῃ καὶ ὅθεν ῥέει τῷ χώρῳ σκυθιστὶ μὲν Ἐξαμπαῖος, κατὰ δὲ τὴν Ἑλλήνων γλῶσσαν Ἱραὶ ὁδοί.
その泉と、それが流れ出ている土地の名前は、スキティア語ではエクサンパイオス、ギリシア人の言葉では「聖なる道」という。
§4.52.4συνάγουσι δὲ τὰ τέρματα ὅ τε Τύρης καὶ ὁ Ὕπανις κατὰ Ἀλαζόνας, τὸ δὲ ἀπὸ τούτου ἀποστρέψας ἑκάτερος ῥέει εὐρύνων τὸ μέσον.
テュラス川とヒュパニス川は、アラゾネス人のところでその境界を近づけ合うが、そこから先は、それぞれが方向をそらし、中間の地を広げながら流れている。