§4.192.1κατὰ τοὺς νομάδας δὲ ἐστὶ τούτων οὐδέν, ἀλλʼ ἄλλα τοιάδε, πύγαργοι καὶ ζορκάδες καὶ βουβάλιες καὶ ὄνοι, οὐκ οἱ τὰ κέρεα ἔχοντες ἀλλʼ ἄλλοι ἄποτοι (οὐ γὰρ δὴ πίνουσι), καὶ ὄρυες, τῶν τὰ κέρεα τοῖσι φοίνιξι οἱ πήχεες ποιεῦνται (μέγαθος δὲ τὸ θηρίον τοῦτο κατὰ βοῦν ἐστι),
しかし、遊牧民の地域にはこれら(の怪物)は全くおらず、次のような他の動物たちがいる。 ピュガルゴス、ガゼル、ブーバリス、そして(前述の)角のあるロバではなく、水を飲まない(実際、彼らは全く水を飲まないからである)別のロバ、またオリュクスであり、その角から竪琴(フォイニクス)の腕が作られる(この獣の大きさは牛ほどである)。
§4.192.2καὶ βασσάρια καὶ ὕαιναι καὶ ὕστριχες καὶ κριοὶ ἄγριοι καὶ δίκτυες καὶ θῶες καὶ πάνθηρες καὶ βόρυες, καὶ κροκόδειλοι ὅσον τε τριπήχεες χερσαῖοι, τῇσι σαύρῃσι ἐμφερέστατοι, καὶ στρουθοὶ κατάγαιοι, καὶ ὄφιες μικροί, κέρας ἓν ἕκαστος ἔχοντες·
さらに、キツネ、ハイエナ、ヤマアラシ、野生の羊、ディクテュス、ジャッカル、ヒョウ、ボリュエス、そしてトカゲに極めてよく似た三ペキュスほどの大きさの陸生ワニ、地を走るダチョウ、それぞれ一本の角を持つ小さなヘビ。
ταῦτά τε δὴ αὐτόθι ἐστὶ θηρία καὶ τά περ τῇ ἄλλῃ, πλὴν ἐλάφου τε καὶ ὑὸς ἀγρίου·
ここにはこれらの野生動物や、他の地域にもいる動物たちが生息しているが、鹿と野生のイノシシは例外である。
ἔλαφος δὲ καὶ ὗς ἄγριος ἐν Λιβύῃ πάμπαν οὐκ ἔστι.
リビアには鹿と野生のイノシシは全く生息していない。
§4.192.3μυῶν δὲ γένεα τριξὰ αὐτόθι ἔστι·
また、そこには三種類のネズミがいる。
οἳ μὲν δίποδες καλέονται, οἳ δὲ ζεγέριες (τὸ δὲ οὔνομα τοῦτο ἐστὶ μὲν Λιβυστικόν, δύναται δὲ κατʼ Ἑλλάδα γλῶσσαν βουνοί), οἳ δὲ ἐχινέες.
一方は「二本足」と呼ばれ、他方は「ゼゲリエス」(この名はリビアの言葉であり、ギリシア語に訳せば「丘」を意味する)と呼ばれ、もう一方は「ハリネズミ」と呼ばれる。
εἰσὶ δὲ καὶ γαλαῖ ἐν τῷ σιλφίῳ γινόμεναι τῇσι Ταρτησσίῃσι ὁμοιόταται.
また、シルフィウム(の生える場所)に生息するイタチもおり、これはタルテッソス産のイタチに極めてよく似ている。
τοσαῦτα μέν νυν θηρία ἡ τῶν νομάδων Λιβύων γῆ ἔχει, ὅσον ἡμεῖς ἱστορέοντες ἐπὶ μακρότατον οἷοί τε ἐγενόμεθα ἐξικέσθαι.
さて、遊牧リビア人の土地が擁する野生動物はこれだけのものであり、それは私が調査によって到達し得た最大限の限界である。