§4.191.1τὸ δὲ πρὸς ἑσπέρης τοῦ Τρίτωνος ποταμοῦ Αὐσέων ἔχονται ἀροτῆρες ἤδη Λίβυες καὶ οἰκίας νομίζοντες ἐκτῆσθαι, τοῖσι οὔνομα κέεται Μάξυες.
トリトン川の西側、アウセエス人に隣接して、すでに農耕を行い、家を所有する習慣を持つリビア人たちがおり、彼らにはマクシュエスという名がある。
οἳ τὰ ἐπὶ δεξιὰ τῶν κεφαλέων κομόωσι, τὰ δʼ ἐπʼ ἀριστερὰ κείρουσι, τὸ δὲ σῶμα χρίονται μίλτῳ.
彼らは頭の右側の髪を伸ばし、左側を剃り落としており、体には赤土を塗っている。
φασὶ δὲ οὗτοι εἶναι τῶν ἐκ Τροίης ἀνδρῶν.
彼らは自分たちがトロイアから来た男たちの子孫であると言っている。
§4.191.2ἡ δὲ χώρη αὕτη τε καὶ ἡ λοιπὴ τῆς Λιβύης ἡ πρὸς ἑσπέρην πολλῷ θηριωδεστέρη τε καὶ δασυτέρη ἐστὶ τῆς τῶν νομάδων χώρης.
この地域、および西方のリビアの残りの部分は、遊牧民の地域に比べてはるかに野獣が多く、森林が鬱蒼としている。
§4.191.3ἡ μὲν γὰρ δὴ πρὸς τὴν ἠῶ τῆς Λιβύης, τὴν οἱ νομάδες νέμουσι, ἐστὶ ταπεινή τε καὶ ψαμμώδης μέχρι τοῦ Τρίτωνος ποταμοῦ, ἡ δὲ ἀπὸ τούτου τὸ πρὸς ἑσπέρην ἡ τῶν ἀροτήρων ὀρεινή τε κάρτα καὶ δασέα καὶ θηριώδης·
というのも、遊牧民が暮らすリビアの東側は、トリトン川に至るまで低地で砂がちであるが、この川より西側の農耕民の土地は、きわめて山がちで森林が深く、野獣が多いからである。
§4.191.4καὶ γὰρ οἱ ὄφιες οἱ ὑπερμεγάθεες καὶ οἱ λέοντες κατὰ τούτους εἰσὶ καὶ οἱ ἐλέφαντές τε καὶ ἄρκτοι καὶ ἀσπίδες τε καὶ ὄνοι οἱ τὰ κέρεα ἔχοντες καὶ οἱ κυνοκέφαλοι καὶ οἱ ἀκέφαλοι οἱ ἐν τοῖσι στήθεσι τοὺς ὀφθαλμοὺς ἔχοντες, ὡς δὴ λέγονταί γε ὑπὸ Λιβύων, καὶ οἱ ἄγριοι ἄνδρες καὶ γυναῖκες ἄγριαι, καὶ ἄλλα πλήθεϊ πολλὰ θηρία ἀκατάψευστα.
事実、きわめて巨大な蛇やライオンがこの地域におり、ゾウやクマ、コブラ、角のあるロバ、さらには犬頭人や、リビア人たちにそう語られているように、胸に目を持つ無頭人たち、また野生の男たちや野生の女たち、その他にも作り話ではない数多くの野獣たちがいるのである。