§4.192.1κατὰ τοὺς νομάδας δὲ ἐστὶ τούτων οὐδέν, ἀλλʼ ἄλλα τοιάδε, πύγαργοι καὶ ζορκάδες καὶ βουβάλιες καὶ ὄνοι, οὐκ οἱ τὰ κέρεα ἔχοντες ἀλλʼ ἄλλοι ἄποτοι (οὐ γὰρ δὴ πίνουσι), καὶ ὄρυες, τῶν τὰ κέρεα τοῖσι φοίνιξι οἱ πήχεες ποιεῦνται (μέγαθος δὲ τὸ θηρίον τοῦτο κατὰ βοῦν ἐστι),
然而,在游牧民的地区,并没有这些怪物,而是有以下其他种类的动物:白臀羚、羚羊、大羚羊,以及罗巴——不是那种长角的罗巴,而是另一种不喝水的罗巴(因为它们确实不喝水),还有剑羚,它们的角被用来制作竖琴的琴臂(这种野兽的体型大小相当于一头牛)。
§4.192.2καὶ βασσάρια καὶ ὕαιναι καὶ ὕστριχες καὶ κριοὶ ἄγριοι καὶ δίκτυες καὶ θῶες καὶ πάνθηρες καὶ βόρυες, καὶ κροκόδειλοι ὅσον τε τριπήχεες χερσαῖοι, τῇσι σαύρῃσι ἐμφερέστατοι, καὶ στρουθοὶ κατάγαιοι, καὶ ὄφιες μικροί, κέρας ἓν ἕκαστος ἔχοντες·
还有狐狸、鬣狗、豪猪、野绵羊、迪克堤斯兽、豺、豹、博律埃斯兽,以及长约三腕尺、极像蜥蜴的陆生鳄鱼,还有陆行鸵鸟,和各长有一只角的小蛇。
ταῦτά τε δὴ αὐτόθι ἐστὶ θηρία καὶ τά περ τῇ ἄλλῃ, πλὴν ἐλάφου τε καὶ ὑὸς ἀγρίου· ἔλαφος δὲ καὶ ὗς ἄγριος ἐν Λιβύῃ πάμπαν οὐκ ἔστι.
这里确实有这些野兽,以及在其他地方也能见到的野兽,但鹿和野猪除外;在利比亚,根本没有鹿和野猪。
§4.192.3μυῶν δὲ γένεα τριξὰ αὐτόθι ἔστι· οἳ μὲν δίποδες καλέονται, οἳ δὲ ζεγέριες (τὸ δὲ οὔνομα τοῦτο ἐστὶ μὲν Λιβυστικόν, δύναται δὲ κατʼ Ἑλλάδα γλῶσσαν βουνοί), οἳ δὲ ἐχινέες.
这里还有三种老鼠:一种被称为“双足鼠”,另一种被称为“泽格里埃斯”(这个名字是利比亚语,在希腊语中意为“山丘”),第三种被称为“刺猬鼠”。
εἰσὶ δὲ καὶ γαλαῖ ἐν τῷ σιλφίῳ γινόμεναι τῇσι Ταρτησσίῃσι ὁμοιόταται.
此外,还有生活在罗盘草中的鼬鼠,极像塔尔特索斯的鼬鼠。
τοσαῦτα μέν νυν θηρία ἡ τῶν νομάδων Λιβύων γῆ ἔχει, ὅσον ἡμεῖς ἱστορέοντες ἐπὶ μακρότατον οἷοί τε ἐγενόμεθα ἐξικέσθαι.
游牧利比亚人的土地所拥有的野兽就是这些,这也是我们通过调查所能达到的最远范围。