§4.18.1ταῦτα μὲν παρὰ τὸν Ὕπανιν ποταμὸν ἐστι ἔθνεα πρὸς ἑσπέρης τοῦ Βορυσθένεος·
これらはヒュパニス川沿いにある、ボリュステネス川の西側の諸民族である。
ἀτὰρ διαβάντι τὸν Βορυσθένεα ἀπὸ θαλάσσης πρῶτον μὲν ᾗ Ὑλαίη, ἀπὸ δὲ ταύτης ἄνω ἰόντι οἰκέουσι Σκύθαι γεωργοί, τοὺς Ἕλληνές οἱ οἰκέοντες ἐπὶ τῷ Ὑπάνι ποταμῷ καλέουσι Βορυσθενεΐτας, σφέας δὲ αὐτοὺς Ὀλβιοπολίτας.
しかし、海からボリュステネス川を渡ると、まず「ヒュライア」と呼ばれる地域があり、そこから上流へ向かうと農耕スキティア人が住んでいる。 彼らのことを、ヒュパニス川沿いに住むギリシア人たちはボリュステネス人と呼んでおり、自らのことはオルビオポリテス人と呼んでいる。
§4.18.2οὗτοι ὦν οἱ γεωργοὶ Σκύθαι νέμονται τὸ μὲν πρὸς τὴν ἠῶ ἐπὶ τρεῖς ἡμέρας ὁδοῦ, κατήκοντες ἐπὶ ποταμὸν τῷ οὔνομα κεῖται Παντικάπης, τὸ δὲ πρὸς βορέην ἄνεμον πλόον ἀνὰ τὸν Βορυσθένεα ἡμερέων ἕνδεκα.
さて、これら農耕スキティア人が居住しているのは、東の方へは3日の旅程の距離であり、パンティカペスという名のある川に達している。 また北の方へは、ボリュステネス川を遡って11日間の航行の距離である。
ἤδη δὲ κατύπερθε τούτων ἡ ἔρημος ἐστὶ ἐπὶ πολλὸν.
彼らのさらに奥は、すでに広大な荒野となっている。
§4.18.3μετὰ δὲ τὴν ἔρημον Ἀνδροφάγοι οἰκέουσι, ἔθνος ἐὸν ἴδιον καὶ οὐδαμῶς Σκυθικόν.
この荒野の先にはアンドロパゴイが住んでおり、彼らは独特の民族であって、決してスキティア人ではない。
τὸ δὲ τούτων κατύπερθε ἔρημον ἤδη ἀληθέως καὶ ἔθνος ἀνθρώπων οὐδέν, ὅσον ἡμεῖς ἴδμεν.
彼らのさらに奥は、私たちの知る限りでは、もはや本当に真の荒野であり、いかなる人間の民族も存在しない。