§4.131.1πολλάκις δὲ τοιούτου γινομένου, τέλος Δαρεῖος τε ἐν ἀπορίῃσι εἴχετο, καὶ οἱ Σκυθέων βασιλέες μαθόντες τοῦτο ἔπεμπον κήρυκα δῶρα Δαρείῳ φέροντα ὄρνιθά τε καὶ μῦν καὶ βάτραχον καὶ ὀιστοὺς πέντε.
このようなことが何度も起こったため、ついにダレイオスは窮地に陥った。 そしてスキタイの王たちはこのことを知ると、ダレイオスのもとへ、一羽の鳥、一匹のネズミ、一匹のカエル、そして五本の矢という贈り物を携えた伝令を派遣した。
§4.131.2Πέρσαι δὲ τὸν φέροντα τὰ δῶρα ἐπειρώτεον τὸν νόον τῶν διδομένων.
ペルシア人たちは贈り物を運んできた者に、贈られた物の意味を尋ねた。
ὃ δὲ οὐδὲν ἔφη οἱ ἐπεστάλθαι ἄλλο ἢ δόντα τὴν ταχίστην ἀπαλλάσσεσθαι· αὐτοὺς δὲ τοὺς Πέρσας ἐκέλευε, εἰ σοφοί εἰσι, γνῶναι τὸ θέλει τὰ δῶρα λέγειν.
しかし彼は、贈り物を手渡したら一刻も早く立ち去ること以外は自分には何も命じられていないと言い、ペルシア人たち自身が、もし賢明であるならば、それらの贈り物が何を意味しているのかを理解するようにと促した。