§4.1.1μετὰ δὲ τὴν Βαβυλῶνος αἵρεσιν ἐγένετο ἐπὶ Σκύθας αὐτοῦ Δαρείου ἔλασις·
バビロンの攻略の後、ダレイオス自身によるスキタイに対する遠征が行われた。
ἀνθεύσης γὰρ τῆς Ἀσίης ἀνδράσι καὶ χρημάτων μεγάλων συνιόντων, ἐπεθύμησε ὁ Δαρεῖος τίσασθαι Σκύθας, ὅτι ἐκεῖνοι πρότεροι ἐσβαλόντες ἐς τὴν Μηδικὴν καὶ νικήσαντες μάχῃ τοὺς ἀντιουμένους ὑπῆρξαν ἀδικίης.
アジアが人々に満ちて栄え、多額の富が集まっていたので、ダレイオスはスキタイ人に復讐することを望んだ。 彼らが以前にメディアの地に侵入し、立ち向かう者たちを戦闘で破り、不義の端緒を開いたからである。
§4.1.2τῆς γὰρ ἄνω Ἀσίης ἦρξαν, ὡς καὶ πρότερον μοι εἴρηται, Σκύθαι ἔτεα δυῶν δέοντα τριήκοντα.
というのも、以前に私が述べたように、スキタイ人は二十八年間のあいだ高地アジアを支配したからである。
Κιμμερίους γὰρ ἐπιδιώκοντες ἐσέβαλον ἐς τὴν Ἀσίην, καταπαύσαντες τῆς ἀρχῆς Μήδους·
彼らはキメリア人を追撃してアジアに侵入し、メディア人から支配権を奪い取った。
οὗτοι γὰρ πρὶν ἢ Σκύθας ἀπικέσθαι ἦρχον τῆς Ἀσίης.
なぜなら、メディア人はスキタイ人が到着する前にアジアを支配していたからである。
§4.1.3τοὺς δὲ Σκύθας ἀποδημήσαντας ὀκτὼ καὶ εἴκοσι ἔτεα καὶ διὰ χρόνου τοσούτου κατιόντας ἐς τὴν σφετέρην ἐξεδέξατο οὐκ ἐλάσσων πόνος τοῦ Μηδικοῦ·
二十八年のあいだ国を離れ、それほどの歳月ののちに自国へと帰還するスキタイ人たちを、メディアでの苦難に劣らぬ苦難が待ち受けていた。
εὗρον γὰρ ἀντιουμένην σφίσι στρατιήν οὐκ ὀλίγην.
というのも、彼らは自分たちに立ち向かう少なからぬ軍勢を見出したからである。
αἱ γὰρ τῶν Σκυθέων γυναῖκες, ὥς σφι οἱ ἄνδρες ἀπῆσαν χρόνον πολλόν, ἐφοίτεον παρὰ τοὺς δούλους.
スキタイ人の妻たちは、夫たちが長い間不在であったため、奴隷たちのもとに通っていたのである。