§3.160.1Ζωπύρου δὲ οὐδεὶς ἀγαθοεργίην Περσέων ὑπερεβάλετο παρὰ Δαρείῳ κριτῇ οὔτε τῶν ὕστερον γενομένων οὔτε τῶν πρότερον, ὅτι μὴ Κῦρος μοῦνος·
判定者たるダレイオスの下では、のちに生まれた者たちのうちにも、また先に生まれた者たちのうちにも、キュロスただ一人を除いて、ペルシア人の誰もゾピュロスの功績を凌駕することはなかった。
τούτῳ γὰρ οὐδεὶς Περσέων ἠξίωσέ κω ἑωυτὸν συμβαλεῖν.
というのも、キュロスに対しては、ペルシア人の誰一人として自分を比肩させようとはあえて思わなかったからである。
πολλάκις δὲ Δαρεῖον λέγεται γνώμην τήνδε ἀποδέξασθαι, ὡς βούλοιτο ἂν Ζώπυρον εἶναι ἀπαθέα τῆς ἀεικείης μᾶλλον ἢ Βαβυλῶνάς οἱ εἴκοσι πρὸς τῇ ἐούσῃ προσγενέσθαι.
そして、ダレイオスはしばしば次のような意向を漏らしたと言われている。 すなわち、現在あるバビロンに加えてさらに二十のバビロンが自分のものになるよりは、ゾピュロスがあの不名誉な傷を免れていることを望んだであろう、ということである。
§3.160.2ἐτίμησε δέ μιν μεγάλως·
ダレイオスは彼を大いに重んじた。
καὶ γὰρ δῶρά οἱ ἀνὰ πᾶν ἔτος ἐδίδου ταῦτα τὰ Πέρσῃσι ἐστὶ τιμιώτατα, καὶ τὴν Βαβυλῶνά οἱ ἔδωκε ἀτελέα νέμεσθαι μέχρι τῆς ἐκείνου ζόης, καὶ ἄλλα πολλὰ ἐπέδωκε.
というのも、毎年、ペルシア人において最も貴ばれる贈り物を彼に与え、またバビロンを彼の生涯の終わりまで免税で支配させるために与え、さらに多くのものを付け加えて与えたからである。
Ζωπύρου δὲ τούτου γίνεται Μεγάβυζος, ὃς ἐν Αἰγύπτῳ ἀντία Ἀθηναίων καὶ τῶν συμμάχων ἐστρατήγησε·
このゾピュロスからメガビュゾスが生まれ、彼はエジプトにおいてアテナイ人とその同盟軍を相手に将軍として戦った。
Μεγαβύζου δὲ τούτου γίνεται Ζώπυρος, ὃς ἐς Ἀθήνας ηὐτομόλησε ἐκ Περσέων.
そしてこのメガビュゾスからゾピュロスが生まれ、彼はペルシア人のもとからアテナイへと亡命した。