§4.1.1μετὰ δὲ τὴν Βαβυλῶνος αἵρεσιν ἐγένετο ἐπὶ Σκύθας αὐτοῦ Δαρείου ἔλασις· ἀνθεύσης γὰρ τῆς Ἀσίης ἀνδράσι καὶ χρημάτων μεγάλων συνιόντων, ἐπεθύμησε ὁ Δαρεῖος τίσασθαι Σκύθας, ὅτι ἐκεῖνοι πρότεροι ἐσβαλόντες ἐς τὴν Μηδικὴν καὶ νικήσαντες μάχῃ τοὺς ἀντιουμένους ὑπῆρξαν ἀδικίης.
After the taking of Babylon, there took place an expedition of Darius himself against the Scythians; for as Asia was flourishing with men and vast wealth was coming in, Darius desired to take vengeance upon the Scythians, because they had been the first to commit injustice by invading the Median territory and defeating in battle those who opposed them.
§4.1.2τῆς γὰρ ἄνω Ἀσίης ἦρξαν, ὡς καὶ πρότερον μοι εἴρηται, Σκύθαι ἔτεα δυῶν δέοντα τριήκοντα. Κιμμερίους γὰρ ἐπιδιώκοντες ἐσέβαλον ἐς τὴν Ἀσίην, καταπαύσαντες τῆς ἀρχῆς Μήδους· οὗτοι γὰρ πρὶν ἢ Σκύθας ἀπικέσθαι ἦρχον τῆς Ἀσίης.
For the Scythians ruled Upper Asia, as I have also said before, for twenty-eight years; for they entered Asia in pursuit of the Cimmerians, depriving the Medes of their rule; for these latter ruled Asia before the Scythians arrived.
§4.1.3τοὺς δὲ Σκύθας ἀποδημήσαντας ὀκτὼ καὶ εἴκοσι ἔτεα καὶ διὰ χρόνου τοσούτου κατιόντας ἐς τὴν σφετέρην ἐξεδέξατο οὐκ ἐλάσσων πόνος τοῦ Μηδικοῦ· εὗρον γὰρ ἀντιουμένην σφίσι στρατιήν οὐκ ὀλίγην.
But when the Scythians had been away from home for twenty-eight years, and were returning to their own land after so long a time, a labour no less than the Median awaited them; for they found opposing them no small army.
αἱ γὰρ τῶν Σκυθέων γυναῖκες, ὥς σφι οἱ ἄνδρες ἀπῆσαν χρόνον πολλόν, ἐφοίτεον παρὰ τοὺς δούλους.
For the wives of the Scythians, since their husbands were away for a long time, had associated with the slaves.