§3.94.1Παρικάνιοι δὲ καὶ Αἰθίοπες οἱ ἐκ τῆς Ἀσίης τετρακόσια τάλαντα ἀπαγίνεον·
パリカニオス人とアジアのエチオピア人は四百タラントンを納めた。
νομὸς ἕβδομος καὶ δέκατος οὗτος.
これが第十七の管区である。
Ματιηνοῖσι δὲ καὶ Σάσπειρσι καὶ Ἀλαροδίοισι διηκόσια ἐπετέτακτο τάλαντα·
マティエノス人、サスペイレス人、アラロディオス人には、二百タラントンが課せられていた。
νομὸς ὄγδοος καὶ δέκατος οὗτος.
これが第十八の管区である。
§3.94.2Μόσχοισι δὲ καὶ Τιβαρηνοῖσι καὶ Μάκρωσι καὶ Μοσσυνοίκοισι καὶ Μαρσὶ τριηκόσια τάλαντα προείρητο·
モスコス人、ティバレノス人、マクロン人、モッスュノイコス人、マレス人には、三百タラントンが指示されていた。
νομὸς εἴνατος καὶ δέκατος οὗτος.
これが第十九の管区である。
Ἰνδῶν δὲ πλῆθός τε πολλῷ πλεῖστον ἐστὶ πάντων τῶν ἡμεῖς ἴδμεν ἀνθρώπων, καὶ φόρον ἀπαγίνεον πρὸς πάντας τοὺς ἄλλους ἑξήκοντα καὶ τριηκόσια τάλαντα ψήγματος·
インド人の人口は、我々の知るすべての人間の中で群を抜いて最も多く、彼らは他のすべての者たちと比べて、三百六十タラントンの金砂を税として納めた。
νομὸς εἰκοστὸς οὗτος.
これが第二十の管区である。