§3.94.1Παρικάνιοι δὲ καὶ Αἰθίοπες οἱ ἐκ τῆς Ἀσίης τετρακόσια τάλαντα ἀπαγίνεον· νομὸς ἕβδομος καὶ δέκατος οὗτος.
帕里卡尼亚人和来自亚洲的埃塞俄比亚人缴纳了四百塔兰同;这是第十七管区。
Ματιηνοῖσι δὲ καὶ Σάσπειρσι καὶ Ἀλαροδίοισι διηκόσια ἐπετέτακτο τάλαντα· νομὸς ὄγδοος καὶ δέκατος οὗτος.
马提埃努伊人、萨斯佩伊利人以及阿拉罗迪亚人被课以二百塔兰同;这是第十八管区。
§3.94.2Μόσχοισι δὲ καὶ Τιβαρηνοῖσι καὶ Μάκρωσι καὶ Μοσσυνοίκοισι καὶ Μαρσὶ τριηκόσια τάλαντα προείρητο· νομὸς εἴνατος καὶ δέκατος οὗτος.
莫斯霍伊人、蒂巴雷努伊人、马克罗内斯人、莫斯诺伊科伊人以及马雷斯人被指定缴纳三百塔兰同;这是第十九管区。
Ἰνδῶν δὲ πλῆθός τε πολλῷ πλεῖστον ἐστὶ πάντων τῶν ἡμεῖς ἴδμεν ἀνθρώπων, καὶ φόρον ἀπαγίνεον πρὸς πάντας τοὺς ἄλλους ἑξήκοντα καὶ τριηκόσια τάλαντα ψήγματος· νομὸς εἰκοστὸς οὗτος.
印度人的人口在我们所知道的所有人类中远远最多,与其他所有人相比,他们缴纳了三百六十塔兰同的金砂作为税款;这是第二十管区。