§3.93.1ἀπὸ Βακτριανῶν δὲ μέχρι Αἰγλῶν ἑξήκοντα καὶ τριηκόσια τάλαντα φόρος ἦν·
バクトリア人からアイグロイ人に至るまでは、三百六十タラントンが税であった。
νομὸς δυωδέκατος οὗτος.
これが第十二の管区である。
ἀπὸ Πακτυϊκῆς δὲ καὶ Ἀρμενίων καὶ τῶν προσεχέων μέχρι τοῦ πόντου τοῦ Εὐξείνου τετρακόσια τάλαντα·
パクテυイケおよびアルメニア人、ならびにエウクセイノス海に至るまでの隣接する人々からは、四百タラントン。
νομὸς τρίτος καὶ δέκατος οὗτος.
これが第十三の管区である。
§3.93.2ἀπὸ δὲ Σαγαρτίων καὶ Σαραγγέων καὶ Θαμαναίων καὶ Οὐτίων καὶ Μύκων καὶ τῶν ἐν τῇσι νήσοισι οἰκεόντων τῶν ἐν τῇ Ἐρυθρῇ θαλάσσῃ, ἐν τῇσι τοὺς ἀνασπάστους καλεομένους κατοικίζει βασιλεύς, ἀπὸ τούτων πάντων ἑξακόσια τάλαντα ἐγίνετο φόρος·
サガルティオス人、サランゲス人、タマナイオス人、ウティオス人、ミュコス人、および紅海にある諸島(それらの島々には、王が強制移住させられた者たちと呼ばれる人々を住まわせているのであるが)に住む人々からは、これらすべてを合わせて、六百タラントンが税として生じた。
νομὸς τέταρτος καὶ δέκατος οὗτος.
これが第十四の管区である。
§3.93.3Σάκαι δὲ καὶ Κάσπιοι πεντήκοντα καὶ διηκόσια ἀπαγίνεον τάλαντα·
サカイ人とカスピオス人は二百五十タラントンを納めた。
νομὸς πέμπτος καὶ δέκατος οὗτος.
これが第十五の管区である。
Πάρθοι δὲ καὶ Χοράσμιοι καὶ Σόγδοι τε καὶ Ἄρειοι τριηκόσια τάλαντα·
パルティア人、コラスミオス人、ソグド人、アレイオス人は三百タラントン。
νομὸς ἕκτος καὶ δέκατος οὗτος.
これが第十六の管区である。