§3.93.1ἀπὸ Βακτριανῶν δὲ μέχρι Αἰγλῶν ἑξήκοντα καὶ τριηκόσια τάλαντα φόρος ἦν· νομὸς δυωδέκατος οὗτος.
From the Bactrians as far as the Aegli, the tribute was three hundred and sixty talents; this was the twelfth province.
ἀπὸ Πακτυϊκῆς δὲ καὶ Ἀρμενίων καὶ τῶν προσεχέων μέχρι τοῦ πόντου τοῦ Εὐξείνου τετρακόσια τάλαντα· νομὸς τρίτος καὶ δέκατος οὗτος.
From Pactyica and the Armenians and their neighbors as far as the Euxine Sea, four hundred talents; this was the thirteenth province.
§3.93.2ἀπὸ δὲ Σαγαρτίων καὶ Σαραγγέων καὶ Θαμαναίων καὶ Οὐτίων καὶ Μύκων καὶ τῶν ἐν τῇσι νήσοισι οἰκεόντων τῶν ἐν τῇ Ἐρυθρῇ θαλάσσῃ, ἐν τῇσι τοὺς ἀνασπάστους καλεομένους κατοικίζει βασιλεύς, ἀπὸ τούτων πάντων ἑξακόσια τάλαντα ἐγίνετο φόρος· νομὸς τέταρτος καὶ δέκατος οὗτος.
From the Sagartians, Sarangians, Thamanaeans, Utians, Myci, and those who inhabit the islands in the Red Sea, in which the king settles those called "the transplanted," from all of these six hundred talents arose as tribute; this was the fourteenth province.
§3.93.3Σάκαι δὲ καὶ Κάσπιοι πεντήκοντα καὶ διηκόσια ἀπαγίνεον τάλαντα· νομὸς πέμπτος καὶ δέκατος οὗτος.
The Sacae and Caspians brought in two hundred and fifty talents; this was the fifteenth province.
Πάρθοι δὲ καὶ Χοράσμιοι καὶ Σόγδοι τε καὶ Ἄρειοι τριηκόσια τάλαντα· νομὸς ἕκτος καὶ δέκατος οὗτος.
The Parthians, Chorasmians, Sogdians, and Arians, three hundred talents; this was the sixteenth province.