§3.92.1ἀπὸ Βαβυλῶνος δὲ καὶ τῆς λοιπῆς Ἀσσυρίης χίλιά οἱ προσήιε τάλαντα ἀργυρίου καὶ παῖδες ἐκτομίαι πεντακόσιοι· νομὸς εἴνατος οὗτος.
And from Babylon and the rest of Assyria there came in to him a thousand talents of silver and five hundred eunuch boys; this was the ninth province.
ἀπὸ δὲ Ἀγβατάνων καὶ τῆς λοιπῆς Μηδικῆς καὶ Παρικανίων καὶ Ὀρθοκορυβαντίων πεντήκοντά τε καὶ τετρακόσια τάλαντα· νομὸς δέκατος οὗτος.
And from Ecbatana and the rest of Media, and the Paricanians and Orthocorybantians, four hundred and fifty talents; this was the tenth province.
§3.92.2Κάσπιοι δὲ καὶ Παυσίκαι καὶ Παντίμαθοί τε καὶ Δαρεῖται ἐς τὠυτὸ συμφέροντες διηκόσια τάλαντα ἀπαγίνεον· νομὸς ἑνδέκατος οὗτος.
The Caspians, Pausicae, Pantimathi, and Dareitae, contributing together, brought in two hundred talents; this was the eleventh province.