§3.79.1ἀποκτείναντες δὲ τοὺς Μάγους καὶ ἀποταμόντες αὐτῶν τὰς κεφαλάς, τοὺς μὲν τρωματίας ἑωυτῶν αὐτοῦ λείπουσι καὶ ἀδυνασίης εἵνεκεν καὶ φυλακῆς τῆς ἀκροπόλιος, οἱ δὲ πέντε αὐτῶν ἔχοντες τῶν Μάγων τὰς κεφαλὰς ἔθεον βοῇ τε καὶ πατάγῳ χρεώμενοι, καὶ Πέρσας τοὺς ἄλλους ἐπεκαλέοντο ἐξηγεόμενοί τε τὸ πρῆγμα καὶ δεικνύοντες τὰς κεφαλάς, καὶ ἅμα ἔκτεινον πάντα τινὰ τῶν Μάγων τὸν ἐν ποσὶ γινόμενον.
マゴスたちを殺し、彼らの首を切り落とすと、彼らは自分たちのうちの負傷者たちを、身体が動かせないこととアクロポリスを守備するためにその場に残し、彼らのうちの五人はマゴスたちの首を手にし、叫び声を上げ騒ぎ立てながら走り、他のペルシア人たちを呼び集め、事情を説明して首を見せながら、同時に、目の前に現れるマゴスを誰かれ構わず殺害した。
§3.79.2οἱ δὲ Πέρσαι μαθόντες τὸ γεγονὸς ἐκ τῶν ἑπτὰ καὶ τῶν Μάγων τὴν ἀπάτην, ἐδικαίευν καὶ αὐτοὶ ἕτερα τοιαῦτα ποιέειν, σπασάμενοι δὲ τὰ ἐγχειρίδια ἔκτεινον ὅκου τινὰ Μάγον εὕρισκον·
ペルシア人たちは、七人から起きた出来事とマゴスたちの欺瞞を知ると、自分たちも同様のことを行うのが当然と考え、短剣を抜いて、見つけたマゴスを誰であろうと殺害した。
εἰ δὲ μὴ νὺξ ἐπελθοῦσα ἔσχε, ἔλιπον ἂν οὐδένα Μάγον.
もし夜が訪れて制止しなかったなら、彼らはマゴスを一人も残さなかったであろう。
§3.79.3ταύτην τὴν ἡμέρην θεραπεύουσι Πέρσαι κοινῇ μάλιστα τῶν ἡμερέων, καὶ ἐν αὐτῇ ὁρτὴν μεγάλην ἀνάγουσι, ἣ κέκληται ὑπὸ Περσέων μαγοφόνια·
この日をペルシア人たちはすべての日のうちで最も共同で大切に祝っており、その日には、ペルシア人の間でマゴポニアと呼ばれる盛大な祝祭を執り行う。
ἐν τῇ Μάγον οὐδένα ἔξεστι φανῆναι ἐς τὸ φῶς, ἀλλὰ κατʼ οἴκους ἑωυτοὺς οἱ Μάγοι ἔχουσι τὴν ἡμέρην ταύτην.
その祝祭においては、いかなるマゴスも日の光の下に姿を現すことは許されず、マゴスたちはこの日を家の中で過ごす。