§3.160.1Ζωπύρου δὲ οὐδεὶς ἀγαθοεργίην Περσέων ὑπερεβάλετο παρὰ Δαρείῳ κριτῇ οὔτε τῶν ὕστερον γενομένων οὔτε τῶν πρότερον, ὅτι μὴ Κῦρος μοῦνος· τούτῳ γὰρ οὐδεὶς Περσέων ἠξίωσέ κω ἑωυτὸν συμβαλεῖν.
在裁判者大流士看来,无论是后来的人,还是先前的人,除了居鲁士一人之外,没有一个波斯人在功绩上能超越佐庇鲁斯;因为对于居鲁士,至今还没有一个波斯人敢于拿自己与他相比。
πολλάκις δὲ Δαρεῖον λέγεται γνώμην τήνδε ἀποδέξασθαι, ὡς βούλοιτο ἂν Ζώπυρον εἶναι ἀπαθέα τῆς ἀεικείης μᾶλλον ἢ Βαβυλῶνάς οἱ εἴκοσι πρὸς τῇ ἐούσῃ προσγενέσθαι.
据说大流士曾多次表达过这样的想法:他宁愿佐庇鲁斯免受那残害身体的凌辱,也不愿在现有的这一个巴比伦之外,再增加二十个巴比伦给他。
§3.160.2ἐτίμησε δέ μιν μεγάλως· καὶ γὰρ δῶρά οἱ ἀνὰ πᾶν ἔτος ἐδίδου ταῦτα τὰ Πέρσῃσι ἐστὶ τιμιώτατα, καὶ τὴν Βαβυλῶνά οἱ ἔδωκε ἀτελέα νέμεσθαι μέχρι τῆς ἐκείνου ζόης, καὶ ἄλλα πολλὰ ἐπέδωκε.
大流士极大地重用了他;因为他不仅每年都赐予他波斯人中最珍贵的礼物,而且还将巴比伦赐予他免税治理,直到他生命的终点,此外还加赐了许多其他的东西。
Ζωπύρου δὲ τούτου γίνεται Μεγάβυζος, ὃς ἐν Αἰγύπτῳ ἀντία Ἀθηναίων καὶ τῶν συμμάχων ἐστρατήγησε· Μεγαβύζου δὲ τούτου γίνεται Ζώπυρος, ὃς ἐς Ἀθήνας ηὐτομόλησε ἐκ Περσέων.
这位佐庇鲁斯生了默加比佐斯,后者曾在埃及统率军队对抗雅典人及其盟友;这位默加比佐斯又生了佐庇鲁斯,后者从波斯人那里逃亡到了雅典。