§3.16.1Καμβύσης δὲ ἐκ Μέμφιος ἀπίκετο ἐς Σάιν πόλιν, βουλόμενος ποιῆσαι τὰ δὴ καὶ ἐποίησε.
カンビュセスはメンフィスからサイスの町へと到着したが、それはまさに彼が実行したところのことを行おうと望んでのことであった。
ἐπείτε γὰρ ἐσῆλθε ἐς τὰ τοῦ Ἀμάσιος οἰκία, αὐτίκα ἐκέλευε ἐκ τῆς ταφῆς τὸν Ἀμάσιος νέκυν ἐκφέρειν ἔξω·
というのも、彼がアマシスの宮殿に入ると、直ちにアマシスの遺体を墓から外へ運び出すよう命じたからである。
ὡς δὲ ταῦτα ἐπιτελέα ἐγένετο, μαστιγοῦν ἐκέλευε καὶ τὰς τρίχας ἀποτίλλειν καὶ κεντοῦν τε καὶ τἆλλα πάντα λυμαίνεσθαι.
そしてこれが実行されると、彼はそれを鞭打ち、髪の毛を引き抜き、突き刺し、その他あらゆる虐げを加えるよう命じた。
§3.16.2ἐπείτε δὲ καὶ ταῦτα ἔκαμον ποιεῦντες (ὁ γὰρ δὴ νεκρὸς ἅτε τεταριχευμένος ἀντεῖχέ τε καὶ οὐδὲν διεχέετο), ἐκέλευσέ μιν ὁ Καμβύσης κατακαῦσαι, ἐντελλόμενος οὐκ ὅσια·
そして、彼らがこれを行うのに疲れ果てると(というのも、遺体はミイラ化されていたために持ちこたえ、まったく崩れなかったからである)、カンビュセスはそれを焼き払うよう命じた。 これは神聖を汚す不届きな命令であった。
Πέρσαι γὰρ θεὸν νομίζουσι εἶναι πῦρ.
なぜなら、ペルシア人は火を神であると考えているからである。
§3.16.3τὸ ὦν κατακαίειν γε τοὺς νεκροὺς οὐδαμῶς ἐν νόμῳ οὐδετέροισι ἐστί, Πέρσῃσι μὲν διʼ ὅ περ εἴρηται, θεῷ οὐ δίκαιον εἶναι λέγοντες νέμειν νεκρὸν ἀνθρώπου·
それゆえ、死者を焼き払うことはどちらの民族にとっても決して慣習ではなかった。 ペルシア人にとっては、既に述べられた理由からであり、人間の死体を神に与えるのは正しいことではないと言うからである。
Αἰγυπτίοισι δὲ νενόμισται πῦρ θηρίον εἶναι ἔμψυχον, πάντα δὲ αὐτὸ κατεσθίειν τά περ ἂν λάβῃ, πλησθὲν δὲ αὐτὸ τῆς βορῆς συναποθνήσκειν τῷ κατεσθιομένῳ.
他方エジプト人にとっては、火は命ある獣であり、手に入れたものをすべて食い尽くし、獲物で満ち足りると、食い尽くされるものとともに自らも死に果てるものと信じられているからである。
§3.16.4οὔκων θηρίοισι νόμος οὐδαμῶς σφι ἐστὶ τὸν νέκυν διδόναι, καὶ διὰ ταῦτα ταριχεύουσι, ἵνα μὴ κείμενος ὑπὸ εὐλέων καταβρωθῇ.
それゆえ、遺体を獣に与えることは彼らの慣習には決してなく、このためにこそ彼らは、横たえられた遺体が蛆虫に食い荒らされないようにミイラにするのである。
οὕτω οὐδετέροισι νομιζόμενα ἐνετέλλετο ποιέειν ὁ Καμβύσης.
このように、カンビュセスは双方の慣習に反することをなすよう命じたのであった。
§3.16.5ὡς μέντοι, Αἰγύπτιοι λέγουσι, οὐκ Ἄμασις ἦν ὁ ταῦτα παθών, ἀλλὰ ἄλλος τις τῶν Αἰγυπτίων ἔχων τὴν αὐτὴν ἡλικίην Ἀμάσι, τῷ λυμαινόμενοι Πέρσαι ἐδόκεον Ἀμάσι λυμαίνεσθαι.
しかしながら、エジプト人たちの言うところによれば、このような仕打ちを受けたのはアマシスではなく、アマシスと同じ年齢の他のエジプト人であり、ペルシア人はこの者を損なうことで、アマシスを損なっているつもりでいたのだという。
§3.16.6λέγουσι γὰρ ὡς πυθόμενος ἐκ μαντηίου ὁ Ἄμασις τὰ περὶ ἑωυτὸν ἀποθανόντα μέλλοντα γίνεσθαι, οὕτω δὴ ἀκεόμενος τὰ ἐπιφερόμενα τὸν μὲν ἄνθρωπον τοῦτον τὸν μαστιγωθέντα ἀποθανόντα ἔθαψε ἐπὶ τῇσι θύρῃσι ἐντὸς τῆς ἑωυτοῦ θήκης, ἑωυτὸν δὲ ἐνετείλατο τῷ παιδὶ ἐν μυχῷ τῆς θήκης ὡς μάλιστα θεῖναι.
というのも、アマシスは神託によって自分が死んだ後に自身に起ころうとしていることを知ると、迫り来る災いを避けるために、鞭打たれたこの男が死んだときに、自身の墓の内側の入り口のところに埋葬し、自分自身については、墓の最も奥深いところに置くよう息子に命じた、と彼らは言うのである。
§3.16.7αἱ μέν νυν ἐκ τοῦ Ἀμάσιος ἐντολαὶ αὗται αἱ ἐς τὴν ταφήν τε καὶ τὸν ἄνθρωπον ἔχουσαι οὔ μοι δοκέουσι ἀρχὴν γενέσθαι, ἄλλως δʼ αὐτὰ Αἰγύπτιοι σεμνοῦν.
さて、埋葬とこの男に関するアマシスのこれらの命令は、そもそも下されたものではなかったと私は考えており、エジプト人がただ自分たちの話を体裁よく飾るためにそう言っているにすぎないと思う。