§3.140.1ὁ μὲν δὴ Συλοσῶν ἠπίστατο τοῦτό οἱ ἀπολωλέναι διʼ εὐηθείην.
シロソンは確かに、お人好しさのせいで、あの衣服は自分にとって失われてしまったのだと確信していた。
ὡς δὲ τοῦ χρόνου προβαίνοντος Καμβύσης τε ἀπέθανε καὶ τῷ Μάγῳ ἐπανέστησαν οἱ ἑπτὰ καὶ ἐκ τῶν ἑπτὰ Δαρεῖος τὴν βασιληίην ἔσχε, πυνθάνεται ὁ Συλοσῶν ὡς ἡ βασιληίη περιεληλύθοι ἐς τοῦτον τὸν ἄνδρα τῷ κοτὲ αὐτὸς ἔδωκε ἐν Αἰγύπτῳ δεηθέντι τὸ εἷμα.
しかし、時が経つにつれてカンビュセスが世を去り、七人の男たちがマゴスに対して蜂起し、その七人の中からダレイオスが王位を手に入れると、シロソンは、かつてエジプトで衣服を欲しがったので自分がそれを取り上げて与えたあの男に、王位が巡ってきたことを知った。
ἀναβὰς δὲ ἐς τὰ Σοῦσα ἵζετο ἐς τὰ πρόθυρα τῶν βασιλέος οἰκίων καὶ ἔφη Δαρείου εὐεργέτης εἶναι.
そこで彼はスサへと上っていき、王宮の門口に座り、自分はダレイオスの恩人であると言った。
§3.140.2ἀγγέλλει ταῦτα ἀκούσας ὁ πυλουρὸς τῷ βασιλέι·
門番はこれを聞いて王に報告した。
ὁ δὲ θωμάσας λέγει πρὸς αὐτόν
καὶ τίς ἐστὶ Ἑλλήνων εὐεργέτης τῷ ἐγὼ προαιδεῦμαι, νεωστὶ μὲν τὴν ἀρχὴν ἔχων;
すると王は不思議に思って彼に言った。 「最近王位を手にしたばかりの私に対して、恩義をこうむっているようなギリシア人の恩人とは、いったい誰なのだ。
ἀναβέβηκε δʼ ἤ τις ἢ οὐδείς κω παρʼ ἡμέας αὐτῶν, ἔχω δὲ χρέος εἰπεῖν οὐδὲν ἀνδρὸς Ἕλληνος.
彼らのうち、誰か一人でも、あるいはまだ誰も我がもとへ上ってきてはいないし、私にはギリシア人に対して返すべき恩義など何もないと言ってよいほどだ。
ὅμως δὲ αὐτὸν παράγετε ἔσω, ἵνα εἰδέω τί θέλων λέγει ταῦτα.
それでも、彼を中に通しなさい。 どのような意図があって彼がそのようなことを言っているのか知るために。
§3.140.3παρῆγε ὁ πυλουρὸς τὸν Συλοσῶντα, στάντα δὲ ἐς μέσον εἰρώτων οἱ ἑρμηνέες τίς τε εἴη καὶ τί ποιήσας εὐεργέτης φησὶ εἶναι βασιλέος.
」門番はシロソンを中に通した。 彼が中央に立つと、通訳たちが、彼は何者で、何をしたから王の恩人であると主張しているのかを尋ねた。
εἶπε ὦν ὁ Συλοσῶν πάντα τὰ περὶ τὴν χλανίδα γενόμενα, καὶ ὡς αὐτὸς εἴη κεῖνος ὁ δούς.
そこでシロソンは、外套をめぐって起こったすべての出来事を語り、自分がそれを与えたあの本人であることを告げた。
§3.140.4ἀμείβεται πρὸς ταῦτα Δαρεῖος
ὦ γενναιότατε ἀνδρῶν, σὺ κεῖνος εἶς ὃς ἐμοὶ οὐδεμίαν ἔχοντί κω δύναμιν ἔδωκας εἰ καὶ σμικρά, ἀλλʼ ὦν ἴση γε ἡ χάρις ὁμοίως ὡς εἰ νῦν κοθέν τι μέγα λάβοιμι·
これに対してダレイオスは答えた。 「最も気高きお人よ、あなたは、私がいまだ何の権力も持っていなかったときに、たとえ小さなものであったにせよ、施しを与えてくれたあの人なのだ。 だが、それに対する感謝は、今どこかから何か大きなものを受け取るのとまったく同じほどに大きい。
ἀντʼ ὧν τοι χρυσὸν καὶ ἄργυρον ἄπλετον δίδωμι, ὡς μή κοτέ τοι μεταμελήσῃ Δαρεῖον τὸν Ὑστάσπεος εὖ ποιήσαντι.
それと引き換えに、私はあなたに量り知れないほどの金と銀を授けよう。 ヒュスタスペスの子ダレイオスに恩を施したことを、あなたが決して後悔することのないように。
λέγει πρὸς ταῦτα ὁ Συλοσῶν
」これに対してシロソンは言った。
§3.140.5ἐμοὶ μήτε χρυσὸν ὦ βασιλεῦ μήτε ἄργυρον δίδου, ἀλλʼ ἀνασωσάμενός μοι δὸς τὴν πατρίδα Σάμον, τὴν νῦν ἀδελφεοῦ τοῦ ἐμοῦ Πολυκράτεος ἀποθανόντος ὑπὸ Ὀροίτεω ἔχει δοῦλος ἡμέτερος·
「王よ、私に金も銀もお与えくださるな。 そうではなく、我が兄弟ポリュクラテスがオロイテスによって殺された今、我々の奴隷が支配している我が祖国サモスを、奪い返して私にお与えください。
ταύτην μοι δὸς ἄνευ τε φόνου καὶ ἐξανδραποδίσιος.
この地を、殺戮も奴隷化もなしに、私に与えてください。 」