§3.123.1ταῦτα ἀκούσας Πολυκράτης ἥσθη τε καὶ ἐβούλετο·
ポリュクラテスはこれを聞いて喜び、またそれを望んだ。
καί κως ἱμείρετο γὰρ χρημάτων μεγάλως, ἀποπέμπει πρῶτα κατοψόμενον Μαιάνδριον Μαιανδρίου ἄνδρα τῶν ἀστῶν, ὅς οἱ ἦν γραμματιστής·
そして実際、彼はどういうわけか激しく金を欲していたので、まず、市民の一人で彼の書記官であったマイアンドリオス(マイアンドリオスの子)を、様子を検分させるために派遣した。
ὃς χρόνῳ οὐ πολλῷ ὕστερον τούτων τὸν κόσμον τὸν ἐκ τοῦ ἀνδρεῶνος τοῦ Πολυκράτεος ἐόντα ἀξιοθέητον ἀνέθηκε πάντα ἐς τὸ Ἥραιον.
このマイアンドリオスは、この出来事からさほど経たないのちに、ポリュクラテスの応接間にあった見事な調度品をすべてヘライオンに奉納した人物である。
§3.123.2ὁ δὲ Ὀροίτης μαθὼν τὸν κατάσκοπον ἐόντα προσδόκιμον ἐποίεε τοιάδε·
一方、オロイテスは調査員がやって来るのを予期していると知ると、次のようなことを行った。
λάρνακας ὀκτὼ πληρώσας λίθων πλὴν κάρτα βραχέος τοῦ περὶ αὐτὰ τὰ χείλεα, ἐπιπολῆς τῶν λίθων χρυσὸν ἐπέβαλε, καταδήσας δὲ τὰς λάρνακας εἶχε ἑτοίμας.
八つの櫃に、その縁のすぐ周りのごくわずかな部分を除いて、石をいっぱいに詰め、その石の上に金をかぶせ、それから櫃を縛って準備を整えておいた。
ἐλθὼν δὲ ὁ Μαιάνδριος καὶ θεησάμενος ἀπήγγελλε τῷ Πολυκράτεϊ.
マイアンドリオスは到着してこれらを目にすると、ポリュクラテスに報告した。