§2.93.1οἱ δὲ ἰχθύες οἱ ἀγελαῖοι ἐν μὲν τοῖσι ποταμοῖσι οὐ μάλα γίνονται, τρεφόμενοι δὲ ἐν τῇσι λίμνῃσι τοιάδε ποιεῦσι.
群れを作る魚は、川の中ではあまり生まれず、湖で育ち、次のように行動する。
ἐπεάν σφεας ἐσίῃ οἶστρος κυΐσκεσθαι, ἀγεληδὸν ἐκπλέουσι ἐς θάλασσαν·
彼らに孕むための衝動が差し込むと、群れをなして海へと下っていく。
ἡγέονται δὲ οἱ ἔρσενες ἀπορραίνοντες τοῦ θοροῦ, αἳ δὲ ἑπόμεναι ἀνακάπτουσι καὶ ἐξ αὐτοῦ κυΐσκονται.
オスたちが先頭に立って精液を放ち、メスたちはその後に続いてそれを飲み込み、それによって孕むのである。
§2.93.2ἐπεὰν δὲ πλήρεες γένωνται ἐν τῇ θαλάσσῃ, ἀναπλώουσι ὀπίσω ἐς ἤθεα τὰ ἑωυτῶν ἕκαστοι, ἡγέονται μέντοι γε οὐκέτι οἱ αὐτοί, ἀλλὰ τῶν θηλέων γίνεται ἡ ἡγεμονία·
そして海で満ちると、それぞれ自分たちの住処へと上り戻っていく。 しかしながら、先導するのはもはや同じ者ではなく、メスたちが主導権を握る。
ἡγεύμεναι δὲ ἀγεληδὸν ποιεῦσι οἷόν περ ἐποίευν οἱ ἔρσενες·
彼女たちは群れを率いて、オスたちがしたのとちょうど同じことをする。
τῶν γὰρ ᾠῶν ἀπορραίνουσι κατʼ ὀλίγους τῶν κέγχρων, οἱ δὲ ἔρσενες καταπίνουσι ἑπόμενοι.
というのも、卵、すなわち粒を少しずつ放ち、オスたちはその後に続いてそれを飲み込むからである。
εἰσὶ δὲ οἱ κέγχροι οὗτοι ἰχθύες.
これらの粒は、魚なのである。
§2.93.3ἐκ δὲ τῶν περιγινομένων καὶ μὴ καταπινομένων κέγχρων οἱ τρεφόμενοι ἰχθύες γίνονται.
そして、生き残り、飲み込まれなかった粒から、成長する魚が生じる。
οἵ δʼ ἂν αὐτῶν ἁλῶσι ἐκπλώοντες ἐς θάλασσαν, φαίνονται τετριμμένοι τὰ ἐπʼ ἀριστερὰ τῶν κεφαλέων, οἳ δʼ ἂν ὀπίσω ἀναπλώοντες, τὰ ἐπὶ δεξιὰ τετρίφαται.
海へ下る途中で捕らえられた彼らのうちの魚たちは、頭の左側を擦りむいているように見え、逆に上り戻る途中の魚たちは、右側を擦りむいている。
§2.93.4πάσχουσι δὲ ταῦτα διὰ τόδε·
彼らがこのようになるのは、次の理由による。
ἐχόμενοι τῆς γῆς ἐπʼ ἀριστερὰ καταπλώουσι ἐς θάλασσαν, καὶ ἀναπλώοντες ὀπίσω τῆς αὐτῆς ἀντέχονται, ἐγχριμπτόμενοι καὶ ψαύοντες ὡς μάλιστα, ἵνα δὴ μὴ ἁμάρτοιεν τῆς ὁδοῦ διὰ τὸν ῥόον.
陸を左側にぴったり寄せて海へと下っていき、上り戻るときには、同じ側の陸に寄り添い、流れのせいで進路を見失わないよう、できる限り擦り寄り、触れ合いながら進むからである。
§2.93.5ἐπεὰν δὲ πληθύνεσθαι ἄρχηται ὁ Νεῖλος, τά τε κοῖλα τῆς γῆς καὶ τὰ τέλματα τὰ παρὰ τὸν ποταμὸν πρῶτα ἄρχεται πίμπλασθαι διηθέοντος τοῦ ὕδατος ἐκ τοῦ ποταμοῦ·
ナイル川が増水し始めると、まず、川沿いの土地の窪地や湿地が、川から水が染み出すことによって満ち始める。
καὶ αὐτίκα τε πλέα γίνεται ταῦτα καὶ παραχρῆμα ἰχθύων σμικρῶν πίμπλαται πάντα.
そして、これらが満ちるとすぐに、ただちにすべてが小さな魚でいっぱいになる。
§2.93.6κόθεν δὲ οἰκὸς αὐτοὺς γίνεσθαι, ἐγώ μοι δοκέω κατανοέειν τοῦτο·
彼らがどこから生じるのが自然であるか、私はこれを理解していると思う。
τοῦ προτέρου ἔτεος ἐπεὰν ἀπολίπῃ ὁ Νεῖλος, οἱ ἰχθύες ἐντεκόντες ᾠὰ ἐς τὴν ἰλὺν ἅμα τῷ ἐσχάτῳ ὕδατι ἀπαλλάσσονται·
前年にナイル川の水が引くとき、魚たちは泥の中に卵を産み落とし、最後の水とともに立ち去る。
ἐπεὰν δὲ περιελθόντος τοῦ χρόνου πάλιν ἐπέλθῃ τὸ ὕδωρ, ἐκ τῶν ᾠῶν τούτων παραυτίκα γίνονται οἱ ἰχθύες οὗτοι.
そして、時が巡って再び水が押し寄せると、これらの卵からただちにこれらの魚たちが生まれるのである。