Humanitext Reader

希罗多德 · 历史 §2.93.1-2.93.6

尼罗河鱼类的繁殖行为与洄游习性

第 309 段,共 1577 段 · 希腊语

内容简介

作者描述了尼罗河鱼类独特的繁殖行为、它们往返海洋时因贴岸游泳而磨损头部,以及洪水期洼地中鱼苗迅速出现的机制。

§2.93.1οἱ δὲ ἰχθύες οἱ ἀγελαῖοι ἐν μὲν τοῖσι ποταμοῖσι οὐ μάλα γίνονται, τρεφόμενοι δὲ ἐν τῇσι λίμνῃσι τοιάδε ποιεῦσι.
成群的鱼在河流中并不怎么繁殖,而在湖泊中生长,它们会这样做。
ἐπεάν σφεας ἐσίῃ οἶστρος κυΐσκεσθαι, ἀγεληδὸν ἐκπλέουσι ἐς θάλασσαν· ἡγέονται δὲ οἱ ἔρσενες ἀπορραίνοντες τοῦ θοροῦ, αἳ δὲ ἑπόμεναι ἀνακάπτουσι καὶ ἐξ αὐτοῦ κυΐσκονται.
当它们产生受孕的冲动时,便成群地游向大海;雄鱼在前面领路并撒下精液,雌鱼跟在后面吞食精液,并由此受孕。
§2.93.2ἐπεὰν δὲ πλήρεες γένωνται ἐν τῇ θαλάσσῃ, ἀναπλώουσι ὀπίσω ἐς ἤθεα τὰ ἑωυτῶν ἕκαστοι, ἡγέονται μέντοι γε οὐκέτι οἱ αὐτοί, ἀλλὰ τῶν θηλέων γίνεται ἡ ἡγεμονία· ἡγεύμεναι δὲ ἀγεληδὸν ποιεῦσι οἷόν περ ἐποίευν οἱ ἔρσενες· τῶν γὰρ ᾠῶν ἀπορραίνουσι κατʼ ὀλίγους τῶν κέγχρων, οἱ δὲ ἔρσενες καταπίνουσι ἑπόμενοι.
当它们在大海中怀满卵时,便各自游回自己的栖息地;然而,领路的不再是同样的那些鱼,而是由雌鱼来主导;它们带领着鱼群,做出与雄鱼完全相同的事;因为它们会一粒一粒地撒下卵,而雄鱼跟在后面吞食。
εἰσὶ δὲ οἱ κέγχροι οὗτοι ἰχθύες.
这些卵粒其实就是鱼。
§2.93.3ἐκ δὲ τῶν περιγινομένων καὶ μὴ καταπινομένων κέγχρων οἱ τρεφόμενοι ἰχθύες γίνονται.
而从那些幸存下来、未被吞食的卵粒中,便生长出成鱼来。
οἵ δʼ ἂν αὐτῶν ἁλῶσι ἐκπλώοντες ἐς θάλασσαν, φαίνονται τετριμμένοι τὰ ἐπʼ ἀριστερὰ τῶν κεφαλέων, οἳ δʼ ἂν ὀπίσω ἀναπλώοντες, τὰ ἐπὶ δεξιὰ τετρίφαται.
它们之中在游向大海途中被捕获的鱼,其头部左侧显得有所磨损;而在游回途中被捕获的鱼,其右侧则有所磨损。
§2.93.4πάσχουσι δὲ ταῦτα διὰ τόδε· ἐχόμενοι τῆς γῆς ἐπʼ ἀριστερὰ καταπλώουσι ἐς θάλασσαν, καὶ ἀναπλώοντες ὀπίσω τῆς αὐτῆς ἀντέχονται, ἐγχριμπτόμενοι καὶ ψαύοντες ὡς μάλιστα, ἵνα δὴ μὴ ἁμάρτοιεν τῆς ὁδοῦ διὰ τὸν ῥόον.
它们之所以会这样,是由于以下原因:它们在下游至大海时,身体左侧紧贴着岸边;而当游回时,它们依然靠着同一侧的岸边,尽可能地摩擦和接触它,以免因水流而迷失方向。
§2.93.5ἐπεὰν δὲ πληθύνεσθαι ἄρχηται ὁ Νεῖλος, τά τε κοῖλα τῆς γῆς καὶ τὰ τέλματα τὰ παρὰ τὸν ποταμὸν πρῶτα ἄρχεται πίμπλασθαι διηθέοντος τοῦ ὕδατος ἐκ τοῦ ποταμοῦ· καὶ αὐτίκα τε πλέα γίνεται ταῦτα καὶ παραχρῆμα ἰχθύων σμικρῶν πίμπλαται πάντα.
当尼罗河开始涨水时,河畔的洼地和沼泽首先由于河水的渗透而开始注满;一旦这些地方满了,转瞬间所有地方都塞满了小鱼。
§2.93.6κόθεν δὲ οἰκὸς αὐτοὺς γίνεσθαι, ἐγώ μοι δοκέω κατανοέειν τοῦτο· τοῦ προτέρου ἔτεος ἐπεὰν ἀπολίπῃ ὁ Νεῖλος, οἱ ἰχθύες ἐντεκόντες ᾠὰ ἐς τὴν ἰλὺν ἅμα τῷ ἐσχάτῳ ὕδατι ἀπαλλάσσονται· ἐπεὰν δὲ περιελθόντος τοῦ χρόνου πάλιν ἐπέλθῃ τὸ ὕδωρ, ἐκ τῶν ᾠῶν τούτων παραυτίκα γίνονται οἱ ἰχθύες οὗτοι.
至于它们大概是从哪里产生的,我想我自己能理解这一点:前一年尼罗河水退去时,鱼群在泥中产下卵,并随着最后残留的水一同离去;而当时间流转、河水再次上涨时,这些小鱼便立刻从这些卵中诞生。

词汇与语法注释

  1. 2.93.1αἳ δὲ — 冠词与 δέ 连用,作为指示代词使用(意为“而它们”,指代雌鱼),与前句中的 “οἱ ἔρσενες”(雄鱼)形成对比。
  2. 2.93.3τετρίφαται — 动词 τρίβω(磨擦)的直陈式完美时被动语态第三人称复数的爱奥尼亚方言形式,相当于雅典方言的 τετριμμένοι εἰσί。
  3. 2.93.4ἐχόμενοι τῆς γῆς — 中动语态分词 ἐχόμενοι 支配属格 τῆς γῆς,表示“紧贴陆地(岸边)”或“保持靠近陆地”的意思。
  4. 2.93.6οἰκὸς αὐτοὺς γίνεσθαι — 形容词 οἰκὸς(雅典方言 εἰκὸς 的爱奥尼亚形式,意为“合理的、自然的”)省略了无人称的 ἐστί,后接宾格加不定式结构 “αὐτοὺς γίνεσθαι”,整句意为“它们产生是自然的”。

引用这一段

希罗多德, 历史 §2.93.1-2.93.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.93.1-2.93.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。