§2.94.1καὶ περὶ μὲν τοὺς ἰχθύας οὕτω ἔχει.
καὶ περὶ μὲν τοὺς ἰχθύας οὕτω ἔχει. 魚についてはこのようになっている。
ἀλείφατι δὲ χρέωνται Αἰγυπτίων οἱ περὶ τὰ ἕλεα οἰκέοντες ἀπὸ τῶν σιλλικυπρίων τοῦ καρποῦ, τὸ καλεῦσι μὲν Αἰγύπτιοι κίκι, ποιεῦσι δὲ ὧδε.
ἀλείφατι δὲ χρέωνται Αἰγυπτίων οἱ περὶ τὰ ἕλεα οἰκέοντες ἀπὸ τῶν σιλλικυπρίων τοῦ καρποῦ, τὸ καλεῦσι μὲν Αἰγύπτιοι κίκι, ποιεῦσι δὲ ὧδε. エジプト人のうち湿地帯の周辺に住む者たちは、シッリキュプリアの果実から採れる油を用いており、この油をエジプト人はキキと呼んでいるが、彼らはこれを次のようにして作る。
παρὰ τὰ χείλεα τῶν τε ποταμῶν καὶ τῶν λιμνέων σπείρουσι τὰ σιλλικύπρια
παρὰ τὰ χείλεα τῶν τε ποταμῶν καὶ τῶν λιμνέων σπείρουσι τὰ σιλλικύπρια 彼らは川や湖の岸辺に沿ってシッリキュプリアを播く。
§2.94.2ταῦτα, τὰ ἐν Ἕλλησι αὐτόματα ἄγρια φύεται·
ταῦτα, τὰ ἐν Ἕλλησι αὐτόματα ἄγρια φύεται· これは、ギリシアでは自然に野生のものとして生えるものである。
ταῦτα ἐν τῇ Αἰγύπτῳ σπειρόμενα καρπὸν φέρει πολλὸν μὲν δυσώδεα δέ·
ταῦτα ἐν τῇ Αἰγύπτῳ σπειρόμενα καρπὸν φέρει πολλὸν μὲν δυσώδεα δέ· これらはエジプトで栽培されると、多くの、しかし悪臭を放つ果実を結ぶ。
τοῦτον ἐπεὰν συλλέξωνται, οἳ μὲν κόψαντες ἀπιποῦσι, οἳ δὲ καὶ φρύξαντες ἀπέψουσι, καὶ τὸ ἀπορρέον ἀπʼ αὐτοῦ συγκομίζονται.
τοῦτον ἐπεὰν συλλέξωνται, οἳ μὲν κόψαντες ἀπιποῦσι, οἳ δὲ καὶ φρύξαντες ἀπέψουσι, καὶ τὸ ἀπορρέον ἀπʼ αὐτοῦ συγκομίζονται. この果実を収穫すると、ある者は押し潰して搾り出し、またある者は煎ってから煮出し、そこから流れ出るものを集める。
ἔστι δὲ πῖον καὶ οὐδὲν ἧσσον τοῦ ἐλαίου τῷ λύχνῳ προσηνές, ὀδμὴν δὲ βαρέαν παρέχεται.
ἔστι δὲ πῖον καὶ οὐδὲν ἧσσον τοῦ ἐλαίου τῷ λύχνῳ προσηνές, ὀδμὴν δὲ βαρέαν παρέχεται. それは油分に富み、灯火用としてはオリーブ油に劣らず適しているが、重苦しい臭いを発する。