§2.8.1ἀπὸ δὲ Ἡλίου πόλιος ἄνω ἰόντι στεινή ἐστι Αἴγυπτος.
ヘリオポリスからさらに上って行く者にとって、エジプトは幅が狭くなっている。
τῇ μὲν γὰρ τῆς Ἀραβίης ὄρος παρατέταται, φέρον ἀπʼ ἄρκτου πρὸς μεσαμβρίην τε καὶ νότον, αἰεὶ ἄνω τεῖνον ἐς τὴν Ἐρυθρὴν καλεομένην θάλασσαν·
というのも、一方の側にはアラビアの山脈が並行して伸びており、北から南および真南へと向かって、いわゆる紅海へと絶えず上方へ延びているからである。
ἐν τῷ αἱ λιθοτομίαι ἔνεισι αἱ ἐς τὰς πυραμίδας κατατμηθεῖσαι τὰς ἐν Μέμφι.
その山の中に、メンフィスにあるピラミッド群のために石が切り出された採石場が存在する。
ταύτῃ μὲν λῆγον ἀνακάμπτει ἐς τὰ εἴρηται τὸ ὄρος·
この山は、この場所で途切れるところで、上述の方向へと曲がっている。
τῇ δὲ αὐτὸ ἑωυτοῦ ἐστι μακρότατον, ὡς ἐγὼ ἐπυνθανόμην, δύο μηνῶν αὐτὸ εἶναι τῆς ὁδοῦ ἀπὸ ἠοῦς πρὸς ἑσπέρην, τὰ δὲ πρὸς τὴν ἠῶ λιβανωτοφόρα αὐτοῦ τὰ τέρματα εἶναι.
だが、この山がそれ自体で最も長くなるところでは、私が尋ね知ったところによれば、東から西への道のりで二ヶ月の旅程に及び、その東側の端は乳香を産するとのことである。
§2.8.2τοῦτο μέν νυν τὸ ὄρος τοιοῦτο ἐστί, τὸ δὲ πρὸς Λιβύης τῆς Αἰγύπτου ὄρος ἄλλο πέτρινον τείνει, ἐν τῷ αἱ πυραμίδες ἔνεισι, ψάμμῳ κατειλυμένον, κατὰ τὸν αὐτὸν τρόπον καὶ τοῦ Ἀραβίου τὰ πρὸς μεσαμβρίην φέροντα.
さて、この山はこのようなものであるが、他方、エジプトのリビア側(西側)には、ピラミッド群のそびえる、砂に覆われた別の岩山が延びており、これはアラビアの山の南へと向かう部分と同じ方向に延びている。
§2.8.3τὸ ὦν δὴ ἀπὸ Ἡλίου πόλιος οὐκέτι πολλὸν χωρίον ὡς εἶναι Αἰγύπτου, ἀλλʼ ὅσον τε ἡμερέων τεσσέρων καὶ δέκα ἀναπλόου ἐστὶ στεινὴ Αἴγυπτος, ἐοῦσα τῶν ὀρέων τῶν εἰρημένων τὸ μεταξὺ πεδιὰς μὲν γῆ, στάδιοι δὲ μάλιστα ἐδόκεόν μοι εἶναι, τῇ στεινότατον ἐστί, διηκοσίων οὐ πλέους ἐκ τοῦ Ἀραβίου ὄρεος ἐς τὸ Λιβυκὸν καλεόμενον.
それゆえ、ヘリオポリスから先は、エジプトの規模からすればもはや広い土地ではなく、川を遡ることおよそ十四日間の道のりにわたって、エジプトは幅が狭く、前述 of 山々の間は平坦な土地となっている。 そして、最も狭い場所では、アラビアの山からいわゆるリビアの山まで、二百スタディオンを超えないと私には思われた。
τὸ δʼ ἐνθεῦτεν αὖτις εὐρέα Αἴγυπτος ἐστί.
そこから先は、エジプトは再び広くなっている。
πέφυκε μέν νυν ἡ χώρη αὕτη οὕτω.
さて、この土地の自然のあり方はこのようである。