§2.8.1ἀπὸ δὲ Ἡλίου πόλιος ἄνω ἰόντι στεινή ἐστι Αἴγυπτος.
But for one going up from Heliopolis, Egypt is narrow.
τῇ μὲν γὰρ τῆς Ἀραβίης ὄρος παρατέταται, φέρον ἀπʼ ἄρκτου πρὸς μεσαμβρίην τε καὶ νότον, αἰεὶ ἄνω τεῖνον ἐς τὴν Ἐρυθρὴν καλεομένην θάλασσαν· ἐν τῷ αἱ λιθοτομίαι ἔνεισι αἱ ἐς τὰς πυραμίδας κατατμηθεῖσαι τὰς ἐν Μέμφι.
For on one side, the mountain of Arabia stretches alongside, running from north to south and midday, extending ever upward toward the so-called Red Sea; in which are the stone quarries that were cut for the pyramids in Memphis.
ταύτῃ μὲν λῆγον ἀνακάμπτει ἐς τὰ εἴρηται τὸ ὄρος·
At this point, where it ends, the mountain bends back in the directions mentioned.
τῇ δὲ αὐτὸ ἑωυτοῦ ἐστι μακρότατον, ὡς ἐγὼ ἐπυνθανόμην, δύο μηνῶν αὐτὸ εἶναι τῆς ὁδοῦ ἀπὸ ἠοῦς πρὸς ἑσπέρην, τὰ δὲ πρὸς τὴν ἠῶ λιβανωτοφόρα αὐτοῦ τὰ τέρματα εἶναι.
Where it is longest in itself, as I learned by inquiry, it is a journey of two months from east to west, and its eastern borders produce frankincense.
§2.8.2τοῦτο μέν νυν τὸ ὄρος τοιοῦτο ἐστί, τὸ δὲ πρὸς Λιβύης τῆς Αἰγύπτου ὄρος ἄλλο πέτρινον τείνει, ἐν τῷ αἱ πυραμίδες ἔνεισι, ψάμμῳ κατειλυμένον, κατὰ τὸν αὐτὸν τρόπον καὶ τοῦ Ἀραβίου τὰ πρὸς μεσαμβρίην φέροντα.
Now this mountain is such; but on the side of Libya, another rocky mountain of Egypt stretches, in which are the pyramids, covered in sand, running in the same direction as the southern-trending parts of the Arabian mountain.
§2.8.3τὸ ὦν δὴ ἀπὸ Ἡλίου πόλιος οὐκέτι πολλὸν χωρίον ὡς εἶναι Αἰγύπτου, ἀλλʼ ὅσον τε ἡμερέων τεσσέρων καὶ δέκα ἀναπλόου ἐστὶ στεινὴ Αἴγυπτος, ἐοῦσα τῶν ὀρέων τῶν εἰρημένων τὸ μεταξὺ πεδιὰς μὲν γῆ, στάδιοι δὲ μάλιστα ἐδόκεόν μοι εἶναι, τῇ στεινότατον ἐστί, διηκοσίων οὐ πλέους ἐκ τοῦ Ἀραβίου ὄρεος ἐς τὸ Λιβυκὸν καλεόμενον.
Therefore, from Heliopolis onward, it is no longer a large country for Egypt, but for about fourteen days' journey by boat up the river, Egypt is narrow, the land between the aforementioned mountains being a plain. And where it is narrowest, it seemed to me to be not more than two hundred stadia from the Arabian mountain to the so-called Libyan mountain.
τὸ δʼ ἐνθεῦτεν αὖτις εὐρέα Αἴγυπτος ἐστί.
From there, Egypt is wide again.
πέφυκε μέν νυν ἡ χώρη αὕτη οὕτω.
Now such is the nature of this country.