§2.63.1ἐς δὲ Ἡλίου τε πόλιν καὶ Βουτοῦν θυσίας μούνας ἐπιτελέουσι φοιτέοντες.
\nヘリオポリスとブトにおいては、人々はそこへ行ってただ犠牲を捧げるのみである。
ἐν δὲ Παπρήμι θυσίας μὲν καὶ ἱρὰ κατά περ καὶ τῇ ἄλλῃ ποιεῦσι· εὖτʼ ἂν δὲ γίνηται καταφερὴς ὁ ἥλιος, ὀλίγοι μὲν τινὲς τῶν ἱρέων περὶ τὤγαλμα πεπονέαται, οἱ δὲ πολλοὶ αὐτῶν ξύλων κορύνας ἔχοντες ἑστᾶσι τοῦ ἱροῦ ἐν τῇ ἐσόδῳ, ἄλλοι τε εὐχωλὰς ἐπιτελέοντες πλεῦνες χιλίων ἀνδρῶν, ἕκαστοι ἔχοντες ξύλα καὶ οὗτοι, ἐπὶ τὰ ἕτερα ἁλέες ἑστᾶσι.
しかしパプレミスにおいては、他の場所におけるのと同様に犠牲と神聖な儀式を行うが、日が傾く頃になると、神官たちのうちの少数の者が神像の周りで忙しく立ち働き、彼らのうちの多数の者は木製のこん棒を持って神殿の入り口に立っており、さらに誓願を果たす千人以上の他の男たちも、各自が同様に木製のこん棒を持って、対向する側に一塊になって立っている。
§2.63.2τὸ δὲ ἄγαλμα ἐὸν ἐν νηῷ μικρῷ ξυλίνῳ κατακεχρυσωμένῳ προεκκομίζουσι τῇ προτεραίῃ ἐς ἄλλο οἴκημα ἱρόν.
\n\n金箔を施した小さな木製の厨子の中にある神像は、前日に別の神聖な建物へとあらかじめ運び出されている。
οἱ μὲν δὴ ὀλίγοι οἱ περὶ τὤγαλμα λελειμμένοι ἕλκουσι τετράκυκλον ἅμαξαν ἄγουσαν τὸν νηόν τε καὶ τὸ ἐν τῷ νηῷ ἐνεὸν ἄγαλμα, οἳ δὲ οὐκ ἐῶσι ἐν τοῖσι προπυλαίοισι ἑστεῶτες ἐσιέναι, οἱ δὲ εὐχωλιμαῖοι τιμωρέοντες τῷ θεῷ παίουσι αὐτοὺς ἀλεξομένους.
さて、神像の周りに残された少数の者たちが、厨子と厨子の中にある神像を載せた四輪の車を引くが、門のところに立っている者たちは彼らが中に入るのを許さず、そこで誓願を果たしに来た者たちは神を援護するために、身を守ろうとする彼らを打ち据える。
§2.63.3ἐνθαῦτα μάχη ξύλοισι καρτερὴ γίνεται κεφαλάς τε συναράσσονται, καὶ ὡς ἐγὼ δοκέω πολλοὶ καὶ ἀποθνήσκουσι ἐκ τῶν τρωμάτων·
\n\nここにおいて木製のこん棒による激しい戦いが起こり、彼らは互いに頭を叩き割り合う。
οὐ μέντοι οἵ γε Αἰγύπτιοι ἔφασαν ἀποθνήσκειν οὐδένα.
そして私の思うに、傷がもとで多くの者が命を落としているが、エジプト人たちは誰も死ぬことはないと言い張っていた。
§2.63.4τὴν δὲ πανήγυριν ταύτην ἐκ τοῦδε νομίσαι φασὶ οἱ ἐπιχώριοι·
\n\n地元の住民が言うには、この大祭が習慣となったのは次のような理由からである。
οἰκέειν ἐν τῷ ἱρῷ τούτῳ τοῦ Ἄρεος τὴν μητέρα, καὶ τὸν Ἄρεα ἀπότροφον γενόμενον ἐλθεῖν ἐξανδρωμένον ἐθέλοντα τῇ μητρὶ συμμῖξαι, καὶ τοὺς προπόλους τῆς μητρός, οἷα οὐκ ὀπωπότας αὐτὸν πρότερον, οὐ περιορᾶν παριέναι ἀλλὰ ἀπερύκειν, τὸν δὲ ἐξ ἄλλης πόλιος ἀγαγόμενον ἀνθρώπους τούς τε προπόλους τρηχέως περισπεῖν καὶ ἐσελθεῖν παρὰ τὴν μητέρα.
アレスの母がこの神殿に住んでおり、他所で育てられたアレスが、成人してから母と交わりを交わそうとやって来たが、母の従者たちは以前に彼を見たことがなかったため、通り抜けるのを見過ごさず、追い払おうとした。 そこで彼は別の町から男たちを連れてきて、従者たちを手荒に扱い、母のもとへと入っていった。
ἀπὸ τούτου τῷ Ἄρεϊ ταύτην τὴν πληγὴν ἐν τῇ ὁρτῇ νενομικέναι φασί.
このことから、祭りの際にアレスのためにこの打ち合いをすることが習慣となった、と彼らは言う。