§2.59.1πανηγυρίζουσι δὲ Αἰγύπτιοι οὐκ ἅπαξ τοῦ ἐνιαυτοῦ, πανηγύρις δὲ συχνάς, μάλιστα μὲν καὶ προθυμότατα ἐς Βούβαστιν πόλιν τῇ Ἀρτέμιδι, δεύτερα δὲ ἐς Βούσιριν πόλιν τῇ Ἴσι·
エジプト人たちは一年に一度ではなく、多くの祝祭を執り行う。 とりわけ、かつ最も熱心に行うのは、ブバスティスの町においてアルテミスのためにであり、第二には、ブシリス pillars(柱)の町においてイシスのためにである。
§2.59.2ἐν ταύτῃ γὰρ δὴ τῇ πόλι ἐστὶ μέγιστον Ἴσιος ἱρόν, ἵδρυται δὲ ἡ πόλις αὕτη τῆς Αἰγύπτου ἐν μέσῳ τῷ Δέλτα·
なぜなら、まさにこの町にイシスの最大の神殿があり、またこの町はエジプトのデルタ地帯の中央に位置しているからである。
Ἶσις δὲ ἐστὶ κατὰ τὴν Ἑλλήνων γλῶσσαν Δημήτηρ.
なお、イシスはギリシア人の言葉ではデメテルである。
§2.59.3τρίτα δὲ ἐς Σάιν πόλιν τῇ Ἀθηναίῃ πανηγυρίζουσι, τέταρτα δὲ ἐς Ἡλίου πόλιν τῷ Ἡλίω, πέμπτα δὲ ἐς Βουτοῦν πόλιν τῇ Λητοῖ, ἕκτα δὲ ἐς Πάπρημιν πόλιν τῷ Ἄρεϊ.
第三にはサイスの町においてアテナのために祝祭を執り行い、第四にはヘリオポリス(太陽の町)においてヘリオス(太陽神)のために、第五にはブトの町においてレトのために、第六にはパプレミスの町においてアレスのために執り行う。