§2.58.1πανηγύρις δὲ ἄρα καὶ πομπὰς καὶ προσαγωγὰς πρῶτοι ἀνθρώπων Αἰγύπτιοι εἰσὶ οἱ ποιησάμενοι, καὶ παρὰ τούτων Ἕλληνες μεμαθήκασι.
また、祝祭や行列、および参入の儀式を、人間の中で最初に始めたのは実にエジプト人であり、ギリシア人は彼らからこれを学んだのである。
τεκμήριον δέ μοι τούτου τόδε·
私にとってこのことの証拠は次の通りである。
αἱ μὲν γὰρ φαίνονται ἐκ πολλοῦ τευ χρόνου ποιεύμεναι, αἱ δὲ Ἑλληνικαὶ νεωστὶ ἐποιήθησαν.
すなわち、一方(エジプトのもの)は遥か昔から行われていることが明らかであるが、他方、ギリシアのものは最近になって始められたのである。