§2.59.1πανηγυρίζουσι δὲ Αἰγύπτιοι οὐκ ἅπαξ τοῦ ἐνιαυτοῦ, πανηγύρις δὲ συχνάς, μάλιστα μὲν καὶ προθυμότατα ἐς Βούβαστιν πόλιν τῇ Ἀρτέμιδι, δεύτερα δὲ ἐς Βούσιριν πόλιν τῇ Ἴσι·
The Egyptians celebrate solemn assemblies not once a year, but many times; most of all and with the greatest zeal at the city of Bubastis in honor of Artemis, and secondly at the city of Busiris in honor of Isis.
§2.59.2ἐν ταύτῃ γὰρ δὴ τῇ πόλι ἐστὶ μέγιστον Ἴσιος ἱρόν, ἵδρυται δὲ ἡ πόλις αὕτη τῆς Αἰγύπτου ἐν μέσῳ τῷ Δέλτα· Ἶσις δὲ ἐστὶ κατὰ τὴν Ἑλλήνων γλῶσσαν Δημήτηρ.
For indeed, in this city is the greatest temple of Isis, and this city is situated in the middle of the Egyptian Delta; and Isis is, in the tongue of the Greeks, Demeter.
§2.59.3τρίτα δὲ ἐς Σάιν πόλιν τῇ Ἀθηναίῃ πανηγυρίζουσι, τέταρτα δὲ ἐς Ἡλίου πόλιν τῷ Ἡλίω, πέμπτα δὲ ἐς Βουτοῦν πόλιν τῇ Λητοῖ, ἕκτα δὲ ἐς Πάπρημιν πόλιν τῷ Ἄρεϊ.
Thirdly they celebrate them at the city of Sais in honor of Athena, fourthly at Heliopolis in honor of Helios, fifthly at the city of Buto in honor of Leto, and sixthly at the city of Papremis in honor of Ares.