§2.36.1οἱ ἱρέες τῶν θεῶν τῇ μὲν ἄλλῃ κομέουσι, ἐν Αἰγύπτῳ δὲ ξυρῶνται.
神々の祭司たちは、他の場所では髪を長く伸ばしているが、エジプトでは頭を剃っている。
τοῖσι ἄλλοισι ἀνθρώποισι νόμος ἅμα κήδεϊ κεκάρθαι τὰς κεφαλὰς τοὺς μάλιστα ἱκνέεται, Αἰγύπτιοι δὲ ὑπὸ τοὺς θανάτους ἀνιεῖσι τὰς τρίχας αὔξεσθαι τάς τε ἐν τῇ κεφαλῇ καὶ τῷ γενείῳ, τέως ἐξυρημένοι.
他の人々においては、最も深く関係している者が喪に際して頭を刈るのが慣習であるが、エジプト人たちは、身内の死に際して、それまで剃っていた頭と顎の毛を伸びるに任せる。
§2.36.2τοῖσι μὲν ἄλλοισι ἀνθρώποισι χωρὶς θηρίων ἡ δίαιτα ἀποκέκριται, Αἰγυπτίοισι δὲ ὁμοῦ θηρίοισι ἡ δίαιτα ἐστί.
他の人々にとっては生活が獣から区別されているが、エジプト人にとっては生活が獣と同居している。
ἀπὸ πυρῶν καὶ κριθέων ὧλλοι ζώουσι, Αἰγυπτίων δὲ τῷ ποιευμένῳ ἀπὸ τούτων τὴν ζόην ὄνειδος μέγιστον ἐστί, ἀλλὰ ἀπὸ ὀλυρέων ποιεῦνται σιτία, τὰς ζειὰς μετεξέτεροι καλέουσι.
他の人々は小麦や大麦によって生きているが、エジプト人の間では、これらによって生活を営むことは最大の不名誉であり、むしろオリュラから食物を作り、これを一部の人々はゼイアと呼んでいる。
§2.36.3φυρῶσι τὸ μὲν σταῖς τοῖσι ποσί, τὸν δὲ πηλὸν τῇσι χερσί, καὶ τὴν κόπρον ἀναιρέονται.
彼らは生地を足で捏ね、泥を手で捏ね、また獣糞を手で拾い上げる。
τὰ αἰδοῖα ὧλλοι μὲν ἐῶσι ὡς ἐγένοντο, πλὴν ὅσοι ἀπὸ τούτων ἔμαθον, Αἰγύπτιοι δὲ περιτάμνονται.
陰部を、他の人々は生まれつきのままにしておくが、彼らから学んだ者たちは例外として、エジプト人たちは割礼を施す。
εἵματα τῶν μὲν ἀνδρῶν ἕκαστος ἔχει δύο, τῶν δὲ γυναικῶν ἓν ἑκάστη.
衣服は、男性は各自2着持っており、女性は各自1着持っている。
§2.36.4τῶν ἱστίων τοὺς κρίκους καὶ τοὺς κάλους οἱ μὲν ἄλλοι ἔξωθεν προσδέουσι, Αἰγύπτιοι δὲ ἔσωθεν.
帆の環や縄を、他の人々は外側から結びつけるが、エジプト人たちは内側から結びつける。
γράμματα γράφουσι καὶ λογίζονται ψήφοισι Ἕλληνες μὲν ἀπὸ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιὰ φέροντες τὴν χεῖρα, Αἰγύπτιοι δὲ ἀπὸ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερά·
文字を書き、石で計算するにあたって、ギリシア人は手を左から右へと動かすが、エジプト人は右から左へと動かす。
καὶ ποιεῦντες ταῦτα αὐτοὶ μὲν φασὶ ἐπὶ δεξιὰ ποιέειν, Ἕλληνας δὲ ἐπʼ ἀριστερά.
そしてこのことを行うとき、彼ら自身は右方向へ行っていると主張し、ギリシア人は左方向へ行っていると主張する。
διφασίοισι δὲ γράμμασι χρέωνται, καὶ τὰ μὲν αὐτῶν ἱρὰ τὰ δὲ δημοτικὰ καλέεται.
また、彼らは二種類の文字を使用しており、一方は神聖なもの、他方は民衆のものと呼ばれる。