§2.24.1εἰ δὲ δεῖ μεμψάμενον γνώμας τὰς προκειμένας αὐτὸν περὶ τῶν ἀφανέων γνώμην ἀποδέξασθαι, φράσω διʼ ὅ τι μοι δοκέει πληθύνεσθαι ὁ Νεῖλος τοῦ θέρεος·
しかし、提示された諸意見を退けた上で、不明な事柄について私自身が意見を提示せねばならぬなら、なぜ夏にナイル川が増水すると私に思われるのか、その理由を語ろう。
τὴν χειμερινὴν ὥρην ἀπελαυνόμενος ὁ ἥλιος ἐκ τῆς ἀρχαίης διεξόδου ὑπὸ τῶν χειμώνων ἔρχεται τῆς Λιβύης τὰ ἄνω.
冬の季節に、太陽は嵐によって本来の軌道から追い払われて、リビアの上部地方へとやって来る。
§2.24.2ὡς μέν νυν ἐν ἐλαχίστῳ δηλῶσαι, πᾶν εἴρηται·
極めて手短に説明するならば、これで全てが語られたことになる。
τῆς γὰρ ἂν ἀγχοτάτω τε ᾖ χώρης οὗτος ὁ θεὸς καὶ κατὰ ἥντινα, ταύτην οἰκὸς διψῆν τε ὑδάτων μάλιστα καὶ τὰ ἐγχώρια ῥεύματα μαραίνεσθαι τῶν ποταμῶν.
というのも、この神が最も近くにあり、かつその真上を通るまさにその土地が、最も水を渇望し、現地の河川の流れが枯れ果てるのは当然だからである。