§2.19.1ἐπέρχεται δὲ ὁ Νεῖλος, ἐπεὰν πληθύῃ, οὐ μοῦνον τὸ Δέλτα ἀλλὰ καὶ τοῦ Λιβυκοῦ τε λεγομένου χωρίου εἶναι καὶ τοῦ Ἀραβίου ἐνιαχῇ καὶ ἐπὶ δύο ἡμερέων ἑκατέρωθι ὁδόν, καὶ πλέον ἔτι τούτου καὶ ἔλασσον.
ナイル川は、増水すると、デルタ地方だけでなく、リビアと呼ばれる地域やアラビアの地域とされる場所の一部にまでも、あちこちで、両側に二日分の旅程に及ぶほど、あるいはそれ以上、あるいはそれ以下にまで満ち溢れる。
τοῦ ποταμοῦ δὲ φύσιος πέρι οὔτε τι τῶν ἱρέων οὔτε ἄλλου οὐδενὸς παραλαβεῖν ἐδυνάσθην.
しかし、この川の性質については、私は神官たちの誰からも、また他の誰からも何一つ聞き知ることができなかった。
§2.19.2πρόθυμος δὲ ἔα τάδε παρʼ αὐτῶν πυθέσθαι, ὅ τι κατέρχεται μὲν ὁ Νεῖλος πληθύων ἀπὸ τροπέων τῶν θερινέων ἀρξάμενος ἐπὶ ἑκατὸν ἡμέρας, πελάσας δὲ ἐς τὸν ἀριθμὸν τουτέων τῶν ἡμερέων ὀπίσω ἀπέρχεται ἀπολείπων τὸ ῥέεθρον, ὥστε βραχὺς τὸν χειμῶνα ἅπαντα διατελέει ἐὼν μέχρι οὗ αὖτις τροπέων τῶν θερινέων.
私は彼らから次のことをぜひとも尋ね知りたいと思っていた。 すなわち、なぜナイル川は、夏至から始まって百日間にわたって増水して流れ下り、この日数に達すると、水が引き返して本来の川床を残し、その結果、冬の間ずっと、再び夏至が来るまで水量が少ない状態のまま推移するのか、ということである。
§2.19.3τούτων ὦν πέρι οὐδενὸς οὐδὲν οἷός τε ἐγενόμην παραλαβεῖν παρὰ τῶν Αἰγυπτίων, ἱστορέων αὐτοὺς ἥντινα δύναμιν ἔχει ὁ Νεῖλος τὰ ἔμπαλιν πεφυκέναι τῶν ἄλλων ποταμῶν·
したがって、これらの疑問のどれについても、エジプト人たちに、なぜナイル川が他の川とは正反対の性質を持つというどのような力を備えているのかを尋ねてみたものの、私は何一つ聞き知ることができなかった。
ταῦτά τε δὴ τὰ λελεγμένα βουλόμενος εἰδέναι ἱστόρεον καὶ ὅ τι αὔρας ἀποπνεούσας μοῦνος ποταμῶν πάντων οὐ παρέχεται.
私は、これら既に述べた事柄を知りたいと望んで尋ねたのであり、また、なぜナイル川がすべての川の中で唯一、そよ風を吹き送ることがないのか、ということも尋ねたのである。