§2.19.1ἐπέρχεται δὲ ὁ Νεῖλος, ἐπεὰν πληθύῃ, οὐ μοῦνον τὸ Δέλτα ἀλλὰ καὶ τοῦ Λιβυκοῦ τε λεγομένου χωρίου εἶναι καὶ τοῦ Ἀραβίου ἐνιαχῇ καὶ ἐπὶ δύο ἡμερέων ἑκατέρωθι ὁδόν, καὶ πλέον ἔτι τούτου καὶ ἔλασσον.
Now the Nile, when it overflows, floods not only the Delta, but also some parts of what is called the Libyan and Arabian territories, in some places to a distance of two days' journey on either side, and even more than this or less.
τοῦ ποταμοῦ δὲ φύσιος πέρι οὔτε τι τῶν ἱρέων οὔτε ἄλλου οὐδενὸς παραλαβεῖν ἐδυνάσθην.
But concerning the nature of the river, I was unable to learn anything either from the priests or from any other person.
§2.19.2πρόθυμος δὲ ἔα τάδε παρʼ αὐτῶν πυθέσθαι, ὅ τι κατέρχεται μὲν ὁ Νεῖλος πληθύων ἀπὸ τροπέων τῶν θερινέων ἀρξάμενος ἐπὶ ἑκατὸν ἡμέρας, πελάσας δὲ ἐς τὸν ἀριθμὸν τουτέων τῶν ἡμερέων ὀπίσω ἀπέρχεται ἀπολείπων τὸ ῥέεθρον, ὥστε βραχὺς τὸν χειμῶνα ἅπαντα διατελέει ἐὼν μέχρι οὗ αὖτις τροπέων τῶν θερινέων.
Yet I was anxious to learn from them this, namely, why the Nile comes down in flood, beginning from the summer solstice and continuing for a hundred days, and when it has nearly reached this number of days, it withdraws its water and leaves its bed, so that it remains low all through the winter until the summer solstice comes round again.
§2.19.3τούτων ὦν πέρι οὐδενὸς οὐδὲν οἷός τε ἐγενόμην παραλαβεῖν παρὰ τῶν Αἰγυπτίων, ἱστορέων αὐτοὺς ἥντινα δύναμιν ἔχει ὁ Νεῖλος τὰ ἔμπαλιν πεφυκέναι τῶν ἄλλων ποταμῶν· ταῦτά τε δὴ τὰ λελεγμένα βουλόμενος εἰδέναι ἱστόρεον καὶ ὅ τι αὔρας ἀποπνεούσας μοῦνος ποταμῶν πάντων οὐ παρέχεται.
Concerning none of these things, then, was I able to learn anything from the Egyptians, though I inquired of them what power the Nile has that its nature is the opposite of all other rivers; I made inquiries, wishing to know both these things which have been mentioned, and why it is the only river of all that does not send forth cooling breezes.