§2.181.1Κυρηναίοισι δὲ Ἄμασις φιλότητά τε καὶ συμμαχίην συνεθήκατο, ἐδικαίωσε δὲ καὶ γῆμαι αὐτόθεν, εἴτʼ ἐπιθυμήσας Ἑλληνίδος γυναικὸς εἴτε καὶ ἄλλως φιλότητος Κυρηναίων εἵνεκα·
アマシスはキュレネの人々と友好と同盟を結び、そこから妻を迎えることも決意した。 それはギリシア人の妻を望んだためでもあり、またその他の点でもキュレネの人々との友好を求めたためでもあった。
§2.181.2γαμέει δὲ ὦν οἳ μὲν λέγουσι Βάττου οἳ δʼ Ἀρκεσίλεω θυγατέρα, οἳ δὲ Κριτοβούλου ἀνδρὸς τῶν ἀστῶν δοκίμου, τῇ οὔνομα ἦν Λαδίκη·
ともかく彼が娶った妻について、ある人々はバトスの daughter と言い、他の人々はアルケシラオスの daughter と言い、また他の人々は市民の有力者であるクリトブロスの daughter と言い、その彼女の名はラディケであった。
τῇ ἐπείτε συγκλίνοιτο ὁ Ἄμασις, μίσγεσθαι οὐκ οἷός τε ἐγίνετο, τῇσι δὲ ἄλλῃσι γυναιξὶ ἐχρᾶτο.
アマシスは彼女と同衾するたびに、交わることができなかったが、他の妻たちとは交わっていた。
§2.181.3ἐπείτε δὲ πολλὸν τοῦτο ἐγίνετο, εἶπε ὁ Ἄμασις πρὸς τὴν Λαδίκην ταύτην καλεομένην,
ὦ γύναι, κατά με ἐφάρμαξας, καὶ ἔστι τοι οὐδεμία μηχανὴ μὴ οὐκ ἀπολωλέναι κάκιστα γυναικῶν πασέων.
このようなことが何度も重なると、アマシスはこのラディケと呼ばれる女性にこう言った。 「女よ、お前は私に呪いをかけたな。 お前があらゆる女の中で最も惨たらしく死なずにすむ方法は、もはや全くないのだ。
§2.181.4ἡ δὲ Λαδίκη, ἐπείτε οἱ ἀρνευμένῃ οὐδὲν ἐγίνετο πρηΰτερος ὁ Ἄμασις, εὔχεται ἐν τῷ νόῳ τῇ Ἀφροδίτῃ, ἤν οἱ ὑπʼ ἐκείνην τὴν νύκτα μιχθῇ ὁ Ἄμασις, τοῦτο γάρ οἱ κακοῦ εἶναι μῆχος, ἄγαλμά οἱ ἀποπέμψειν ἐς Κυρήνην.
」ラディケは、自分が否定してもアマシスが少しも穏やかにならないので、心の中でアプロディテに祈りを捧げた。 もしその夜、アマシスが自分と交わることができれば(これこそが彼女にとってこの災難に対する唯一の救済策であったからである)、女神の像をキュレネに送る、と。
μετὰ δὲ τὴν εὐχὴν αὐτίκα οἱ ἐμίχθη ὁ Ἄμασις.
誓願の後、ただちにアマシスは彼女と交わることができた。
καὶ τὸ ἐνθεῦτεν ἤδη, ὁκότε ἔλθοι Ἄμασις πρὸς αὐτήν, ἐμίσγετο, καὶ κάρτα μιν ἔστερξε μετὰ τοῦτο.
そしてそれ以降は、アマシスが彼女のもとにやって来るたびに交わることができ、その後、彼は彼女を深く愛するようになった。
§2.181.5ἡ δὲ Λαδίκη ἀπέδωκε τὴν εὐχὴν τῇ θεῷ·
ラディケは女神への誓いを果たした。
ποιησαμένη γὰρ ἄγαλμα ἀπέπεμψε ἐς Κυρήνην, τὸ ἔτι καὶ ἐς ἐμὲ ἦν σόον, ἔξω τετραμμένον τοῦ Κυρηναίων ἄστεος.
というのも、彼女は像を作らせてキュレネに送り、それは私の時代になってもなお、キュレネの人々の町の外を向いて無事に残っているからである。
ταύτην τὴν Λαδίκην, ὡς ἐπεκράτησε Καμβύσης Αἰγύπτου καὶ ἐπύθετο αὐτῆς ἥτις εἴη, ἀπέπεμψε ἀσινέα ἐς Κυρήνην.
このラディケを、カンビュセスがエジプトを支配した際、彼女が何者であるかを知って、無傷でキュレネに送り返した。